1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

88

ἁπλούστερον, σαφὲς ὅτι τὸ πονηρὸν ἐπὶ τῆς τῶν ἠθῶν μοχθηρίας τέτακται· καλὸν δὲ ὁρίζονται ἀγαθὸν ἐπαινετόν· πάλιν σκότος μὲν ἀὴρ ἐστερημένος φωτός· φῶς δὲ, οὐσία διαλυτικὴ σκότους. Πάλιν γλυκὺ μέν ἐστι λειότης χυμοῦ ἢ χυλοῦ τὴν γευστικὴν ἡδύνουσα αἴσθησιν· πικρὸν δέ ἐστι γευστὸν ἐκτραχύνον τὴν γεῦσιν. Κατὰ μὲν οὖν τὴν ἁπλουστέραν νόησιν, τοσοῦτον διέστηκε ταῦτα ἀλλήλων. Τίς οὖν οὕτως ἔκφρων, ὡς ἐν νυκτὶ βαθείᾳ ἑστὼς, φῶς ὀνομάζειν τὸ σκότος, καὶ συγκεχυμένων αὐτῷ τῶν ὀφθαλμῶν ἐν τῷ σκότει, ὡς ὑπὸ φωτὸς καταλαμπόμενος διακεῖσθαι; Τίς δὲ τῇ γεύσει τῶν πικρῶν ἀλγυνόμενος, ὡς ἐπὶ γλυκύτητος ἡδονῇ διάκειται; Τὸ δὲ αἰσθητὸν κάλλος τίνι τῶν ὀφθαλ μοὺς ἐχόντων οὐκ εὔγνωστον; Ὅτι ἐν τῇ πρὸς ἄλληλα τῶν μερῶν συμμετρίᾳ μετὰ τῆς ἐπιφαινομένης εὐχροίας αὐτομάτῳ τινὶ καὶ φυσικῇ ὁλκῇ προσοικειοῦται τοὺς ἐντυγχάνοντας· καὶ μέντοι καὶ τὸ αἰσχρὸν αὐτόθεν ποιεῖ τὴν ἀποστροφὴν τοῖς ὁρῶσιν. 5.174 Ἀλλ' ἔοικεν οὐ περὶ τῶν κατὰ τὴν αἴσθησιν γνω ρίμων ὁ λόγος εἶναι, ἀλλ' εἴπερ Ἡ ἐντολὴ Κυρίου τηλαυ γὴς, φωτίζουσα ὀφθαλμοὺς καὶ λύχνος τοῖς ποσὶ τοῦ δικαίου, ὁ λόγος ἐστὶ τοῦ Θεοῦ, ὁ μὴ κατὰ ἀρετὴν ζῶν, ἀλλὰ τοῖς ὑλικοῖς πάθεσιν ἐγκυλιόμενος, οὗτος ἂν εἴη ὁ τὸν ἐν κακίᾳ βίον, ὥσπερ τι φῶς, ὑπερασπαζόμενος, τὸν δὲ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου οἷόν τι σκότος ἀποστρεφόμενος. Καὶ ὁ τὰ γλυκέα τῷ λάρυγγι τοῦ δικαίου λόγια τοῦ Θεοῦ, ὑπὲρ μέλι ὄντα τῇ νοητῇ αὐτοῦ γεύσει, διὰ τὸ ἐπίπονον τῶν προσ ταγμάτων ἀποστρεφόμενος, συγκατατιθέμενος δὲ τῷ λείῳ τῆς ἡδονῆς, οὗτος ἂν λέγοι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Κατὰ ταῦτα δὴ καὶ περὶ τοῦ καλοῦ ἐστι διανοεῖσθαι, ὅτι τὸ ἀληθινῶς καλὸν τὸ ἐν τῇ ψυχῇ σύμμετρόν ἐστι κατ' ἀ ρετὴν διακειμένῃ· μεσότης γὰρ καὶ συμμετρία τις ἡ ἀρετή· αἱ δὲ ἐφ' ἑκάτερα τὴν ἀρετὴν ἐκβαίνουσαι ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀμετρία καὶ αἶσχος. Οἷον ἡ μὲν ἀνδρεία μεσότης· ὑπερβολὴ δὲ περὶ ταύτην θρασύτης, καὶ ἔνδεια ταύτης δειλία. Οὐκοῦν κάλλος μὲν ψυχῆς, τὸ κατ' ἀρετὴν σύμμετρον· αἶσχος δὲ, αἱ ἀπὸ κακίας ἐγγινόμεναι ἀμετρίαι. Τούτους οὖν ταλανίζει ὁ λόγος, τοὺς τὴν μὲν κακίαν ὡς ἀγαθὸν αἱρουμέ νους, τὴν δὲ ἀρετὴν ὡς πονηρίαν ἀποφεύγοντας. Ἐξεταστέον δὲ καὶ τὴν αἰτίαν δι' ἣν ἐπὶ μὲν τοῦ καλοῦ τὸ Λέγοντες εἴρηται, ἐπὶ δὲ τοῦ φωτὸς καὶ τοῦ γλυκέος οὐκέτι Λέγοντες, ἀλλὰ Τιθέντες. Οὐαὶ γὰρ οἱ λέγοντες τὸ καλὸν πονηρόν, καὶ οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς· καὶ Οὐαὶ οἱ τιθέντες τὸ γλυκὺ πικρόν. Μήποτε οὖν ὁ λόγος ἐνδείκνυ ται, ὅτι παρὰ τὰς πρώτας τοῦ βίου αἱρέσεις διὰ τοῦ λόγου μόνου σφαλλόμεθα, γενόμενοι δὲ ἐν ταῖς πράξεσι καὶ μηδὲ μετὰ τὴν πεῖραν ἀφιστάμενοι τοῦ κακοῦ, οἷον ὅρους ἑαυτοῖς τῶν ἔργων τιθέμεθα, ἀκίνητα τιθέντες τῆς κακίας τὰ ἔργα; Ὁ γὰρ ἀπὸ ἀκολασίας καὶ φιληδονίας μὴ μετατιθέμενος εἰς σωφροσύνην, τίθησιν ἑαυτῷ τὸ πικρὸν γλυκύ. Καὶ ὁ φεύγων μὲν τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν, τὸν δὲ κτηνώδη καὶ ἄλογον βίον αἱρούμενος, τίθησιν ἑαυτῷ τὸ φῶς σκότος. Ὁ μέντοι συνηγορῶν τούτοις καὶ ἐμπαῤῥησιαζόμενος ταῖς ἀτόποις πράξεσιν, οὗτός ἐστιν ὁ λέγων τὸ καλὸν πονηρόν, κατὰ τὸν Ἀπόστολον, μεμφόμενον τοῖς οὐ μόνον ποιοῦσιν αὐτὰ, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Τίθησι δὲ τὸ φῶς σκότος ὁ τὸν λύχνον τιθεὶς ὑπὸ τὸν μόδιον, ἢ καλύπτων τῷ σκεύει καὶ μὴ τιθεὶς αὐτὸν ἐπὶ τὴν λυχνίαν. Τὸ μὲν οὖν, λέγειν τὸ καλὸν πονηρὸν, ἐπὶ τοῦ δογματίζειν παρείληπται· τὸ δὲ τιθέναι φῶς σκότος, ἐπὶ τοῦ διὰ τῶν πράξεων ἐθι σμοῦ. 5.175 Οὐαὶ οὖν οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἅπτεται δὲ ταῦτα οὐ μόνον τῶν κατὰ πράξεις σφαλλο μένων, ἀλλὰ καὶ τῶν ἐν ἀπιστίᾳ καὶ τῇ ἀγνωσίᾳ, τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατεχομένων. Ὁ γὰρ μὴ πιστεύων εἰς τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ ποιῶν ἑαυτὸν υἱὸν τοῦ διαβόλου, οὗτος λέγει τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ὥσπερ οὖν φῶς ἐστιν ὁ Κύριος, οὕτω καὶ γλυκύτης ἐστὶ τοῖς ἐπιστημόνως αὐτοῦ γευομένοις, ἡδεῖαν παρέχων καὶ πάσης θυμηδίας γέμουσαν