1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

89

τὴν ἀπόλαυ σιν. ∆ιὰ τοῦτο ὁ γευσάμενος αὐτοῦ καὶ ἐν πείρᾳ γενόμενος τῆς ἡδίστης καὶ προσηνοῦς ἀπολαύσεως, λέγει· Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ὁ τοίνυν μὴ πιστεύων εἰς τὸν Κύριον Ἰησοῦν, λέγει τὸ γλυκὺ πικρόν. Ὁ δὲ μὴ πιστεύωνεἰς τὸν Κύριον, οὐδὲ τῇ τοῦ ἀληθινοῦ κάλλους συντίθεται φύσει, οὐδὲ καταδέχεται τὴν θεωρίαν αὐτοῦ. Οὐ γὰρ ἐν τῇ εὐαρμοστίᾳ τῶν μελῶν, οὐδὲ ἐν εὐχροίᾳ τινὶ τῇ ἐπανθούσῃ τῷ σώματι, τὸ τερπνὸν ἔχοντι· ἀλλὰ μόνῃ τῇ διανοίᾳ τῇ καθ' ὑπερβολὴν κεκαθαρμένῃ τὸ κυρίως καλὸν ἐν τῇ θείᾳ φύσει γινώσκεται, κατὰ τὸν Ψαλμὸν, τὸν λέγοντα· Τῇ ὡραιό τητί σου καὶ τῷ κάλλει σου. Ὁ οὖν τὰς ἀστραπὰς τοῦ θείου κάλλους τῷ ἑαυτοῦ ὄμματι μὴ παραδεχόμενος, οὗτος λέγει τὸ καλὸν πονηρόν· ἐν δὲ τῇ τούτου ἀρνήσει, συντίθεται δηλονότι τῷ ἐναντίῳ. Εἰ γὰρ φῶς ὁ Κύριος, σκότος δηλονότι ὁ ἀντικείμενος· εἰ γλυκεῖα ἡ φύσις τῆς ἀληθείας, πικρὸν δηλονότι τὸ ψεῦδος· ἐν οὖν τῇ ἀρνήσει τοῦ Θεοῦ, συγκατάθεσις γίνεται τοῦ ἐναντίου. Ἐπεὶ οὖν οὐκ ἔστι μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ, οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ· χωριστέον ταῦτα ἀλλήλων. Μεγάλης οὖν καὶ ἀκρι βοῦς τῆς προσοχῆς χρεία, πρὸς τὸ μὴ παραλογισθέντας ἡμᾶς τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς, ὡς φῶς λογί σασθαι, μηδὲ τῇ πικρότητι τῆς κακίας ἐνευφραινόμενον, γλυκύτητος δόξαν τῷ φιληδόνῳ βίῳ προσμαρτυρῆσαι· μηδὲ σωμάτων κάλλει τὴν ψυχὴν δουλωθέντας, ἐν τούτῳ λογίζεσθαι εἶναι τοῦ ἀληθινοῦ κάλλους τὴν φύσιν. 5.176 Οὐαὶ οὖν οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυ τῶν ἐπιστήμονες. ∆ύναται ταῦτα λέγεσθαι περὶ τῶν ἑαυτοὺς δεδοκηκότων, ὅτι εἶεν συνετοὶ καὶ ἐπιστήμονες, μὴ ὄντων δὲ τοιούτων· δύ ναται δὲ καὶ περὶ τῶν ἐχόντων μὲν κατὰ ἀλήθειαν τὸ τῆς συνέσεως καὶ ἐπιστήμης χάρισμα, μὴ κοινωνούντων δὲ καὶ ἑτέροις. Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; Οἱ οὖν τοιοῦτοι ἐνώπιον ἑαυτῶν εἰσιν ἐπιστήμονες· οὐχὶ δὲ καὶ ἐνώπιον ἑτέρων, ὡς ὁ τὸ τάλαντον κρύψας παρ' ἑαυτῷ. Ἀλλ' οὐδὲ ἐνώπιον Θεοῦ ἐπιστήμων, ὁ μὴ εἰς δόξαν Θεοῦ τῇ ἐπιστήμῃ κατακεχρημένος. Καὶ τρίτη δ' ἄν τις τοιαύτη εἶναι δοκεῖ ἐκδοχὴ τῶν συνετῶν καὶ ἐπιστημόνων· οἱ μὲν ἀπὸ Θεοῦ ὄντες τοιοῦ τοι, οἱ αἰσθανόμενοι τῆς παρ' αὐτοῦ δωρεᾶς· οἱ δὲ μὴ ἀναφέροντες ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν τῆς συνέσεως, ἑαυτοῖς δὲ τὰ κατορθώματα ἐπιγράφοντες, συνετοί εἰσιν ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Πρὸς οὓς εὔκαιρον εἰπεῖν· Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Καὶ τὸ Ἐὰν μὴ ὁ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Λέγεται τοίνυν σύνεσις οἷον εὐπαρακολουθησία ψυχῆς, ὀξέως εἰς ἓν συναγούσης τὰς τῶν πραγμάτων ἐννοίας, ἥτις κατὰ τὸν ἀπαρτισμὸν τῶν ἐν ἡμῖν λογικῶν σπερμάτων συνίσ τασθαι πέφυκεν. Ἤ ἐστι σύνεσις ἐντρέχεια διανοίας εὐπαρα κολουθήτως τῷ ἑκάστῳ πράγματι οἰκεῖον καὶ πρέπον ἐξευ ρίσκουσα. Ἐπιστήμη δὲ ἕξις ἐν ἑαυτῇ τὸ βέβαιον ἔχουσα, ἀμετάπτωτος ὑπὸ τοῦ λόγου. Ἐπιστήμων δὲ ὁ κατὰ τὸ ἐμπεριειληφέναι τὰ ἀναγκαῖα τῶν εἰς μακαριότητα θεωρη μάτων, καθ' ὃ ἤδη ἑκτικῶς καὶ βεβαίως συνέχει ἐν ἑαυτῷ. Σοφίαν δέ φησιν εἶναι ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. Ἐπειδὴ δὲ αὐτοσοφία ὁ Χριστός ἐστι, σοφὸν ἐροῦμεν τὸν κατὰ μετοχὴν Χριστοῦ, καθ' ὃ σοφία ἐστὶ, τετελειωμένον. Ὁ δὲ συνετὸς νοεῖται κατὰ ἀπαρτισμὸν τῶν ἐν ἡμῖν τῆς συνέσεως σπερμάτων. Ὁ δὲ ἐπιστήμων, κατὰ τὸ ἐμπε ριειληφέναι τὰ ἀναγκαῖα εἰς μακαριότητα θεωρήματα, μετὰ τοῦ ἤδη ἑκτικῶς καὶ παγίως συνέχειν ἐν ἑαυτῷ. Ηὕρομεν δὲ ἐν τῇ Ἐξόδῳ τὸν χρηματισμὸν, λέγοντα περὶ τῶν ἀρχιτεκτόνων· Ἐμπλήσω αὐτοὺς Πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης. ∆ιὰ τοῦτο οὐαὶ τῷ μὴ ἀνατιθέντι τὴν αἰτίαν τῆς συνέσεως καὶ τῆς ἐπιστήμης Θεῷ. Μηδεὶς οὖν ἑαυτῷ λαμβανέτω τὰ τηλικαῦτα, μήτε ἐπιστήμονα ἑαυτὸν, μήτε συνετὸν λέγων, μήτε σοφόν. Ἐπειδήπερ ἡ σοφία ἐπισ τήμη ἐστὶ θείων