90
καὶ ἀνθρωπίνων πραγμάτων, τῷ ἁγίῳ Πνεύ ματι τὴν τούτων αἰτίαν ἀνατιθέτω· Ἐξελεύσεται γὰρ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ ἀναπαύσεται ἐπ' αὐτὸ Πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς. 5.177 Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν καὶ οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κιρνῶντες τὸ σίκερα. Καὶ τοῖς ἱερεῦσιν ἀπαγορεύει ὁ νόμος, εἰσερχομένοις εἰς τὰ ἅγια, οἴνῳ καὶ σίκερα κεχρῆσθαι, καὶ τοῖς καλουμένοις Ναζι ραίοις, ὡς εἴρηται ἐν τοῖς Ἀριθμοῖς, τοῦτον τὸν τρόπον· Ἐλάλησε γὰρ Κύριος πρὸς Μωϋσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται. Καὶ ἐν ταῖς Παροιμίαις ὁ Σολομών φησιν· Οἱ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέ τωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας. Πρέπει γὰρ τοῖς θεραπευταῖς τοῦ θείου λόγου καὶ τοῖς τὴν τῶν ἀνθρώ πων ἐπιμέλειαν ἐγκεχειρισμένοις, πάντη ἀπέχεσθαι τῶν ἐμποι ούντων θόλωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄκρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀναδραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύβους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμενος ἐπιτάγματος, ἀλλ' αὐ τὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρχουσαν διακόσμησιν συγχεῖ καὶ κατα ράσσει, γέλωτας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προπετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν. ∆ιὰ τοῦτο μὴ πινέτωσαν οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι καὶ δημοσίων πραγμάτων οἰκονομίαν, εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνάμει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι, φύσει τυγχάνοντες πρὸς τὰς ὀργὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαμμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης ἐπὶ τὸ μέγα ἐξαίρουσιν. Ἐπεὶ δέ· Ὁ μὲν ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. ∆ιὰ τοῦτο οὐαὶ τοῖς ἰσχύουσιν ἀπὸ τῆς τοῦ οἴνου βλάβης καὶ τοῦ σίκερα. Ὧ γὰρ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν. 5.178 Εἰ οὖν ἐγκεχείρισταί σοι οἰκονομία μυστηρίων, λό γος σοφίας, δύναμις γνώσεως, σὺ δὲ οἴνῳ βεβαπτισμένην τὴν ψυχὴν περιφέρεις; Πῶς οὐχὶ δικαίως ὀδύρεταί σε ὁ Προ φήτης; Ὅτι ἔχων ἰσχὺν πνευματικὴν, ἀσθενῆ αὐτὴν ποιεῖς τῇ ἀμετρίᾳ τοῦ οἴνου. Καὶ ὁ ὁποίῳ δήποτε πάθει τῆς ψυχῆς κεκρατημένος, οἱονεὶ εἰς μέθην ἐναχθεὶς κατὰ τὴν ἐγγενο μένην αὐτῷ ὑπὸ τοῦ πάθους ἔκστασιν, πίνειν οἶνον λέγεται καὶ κιρνᾷν ἑαυτῷ σίκερα, ὅπερ ἑρμηνευόμενον ἔγνωμεν μέ θυσμα· τὸ γὰρ ἀπαρακολούθητον ὁμοίως καὶ ἀπὸ λύπης καὶ ἀπὸ φόβου, καὶ ἡδονῆς, καὶ ἐπιθυμίας, ἐγγίνεται τῇ ψυχῇ, τοῦ λογισμοῦ κεκρατημένου ὑπὸ τοῦ πάθους. Ὥστε ἡμεῖς οἱ δυνάσται, οἱ τὴν προστασίαν τοῦ λαοῦ ἐγκεχειρισμένοι, κἂν ἐπὶ ποσὸν ὑπὸ τοῦ πάθους κρατώμεθα καὶ δοκῶμεν αὐτὸ κατακιρνῶντες τῷ λογισμῷ, χαλινοῦν τῷ λόγῳ καὶ ἐπέχειν, οὐκ ἔξω ἐσμὲν τοῦ ταλανίζεσθαι ἐπὶ τοῖς τοιούτοις. Μέθη γὰρ δεινὴ, φιλοδοξία καὶ φιλαρχία· δεινὸν μέθυσμα φθόνος, δεινὸν ἡ ὑπόκρισις, καὶ ἡ τοῦ πλησίον καταλαλιά· οἷς μεθυσθεῖσα ἡ ψυχὴ ἐπιλανθάνεται τῆς σοφίας. Οὐδὲν γὰρ οὕτω συγχεῖ τὰ ἀπὸ σοφίας θεωρήματα, ὡς τοῦτο τὸ πάθος καὶ πᾶσα ἁμαρτία. Πῶς δὲ ὁ ἔχων σοφίαν θυμώδης ἐστίν; (Ὅτι οὔπω τὸν ἀπαθῆ λέγει, ἀλλὰ τέως περὶ τοῦ μετριοπαθοῦς διαλέγεται). Καθ' ἃ καὶ ἐν ἑτέροις λέγει· Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν, σοφὸς δὲ τα μιεύεται κατὰ μέρος. Τεταμιευμένως οὖν τὴν ὀργὴν προ φέρειν λέγει τὸν λογισμῷ ἡνιοχοῦντα τὸ πάθος, καθ' ὃ εἴρηται· Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ὁ δὲ Κύριος τὰ τελειότερα διατάσσων, φησὶν ἐκτεμεῖν καθόλου τὸ πάθος, οὐχὶ κολάζειν κελεύει. 5.179 Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Σαφὲς τὸ ῥητὸν, κατακρίνον τοὺς ἐν τοῖς δικαστηρίοις, διὰ τὴν πρὸς τὸν μαμωνὰν φιλίαν, ἀφανίζοντας μὲν τὸ εὐθὺ τῆς κρίσεως, προστιθεμένους δὲ τῇ δωροδοκίᾳ, καὶ τὸν μὲν