91
ἀσεβῆ δίκαιον ὀνομάζοντας, τὸν δὲ δίκαιον ἐπ' ἀδικίᾳ καταδικάζον τας. Λογισμὸς γὰρ φιλαργυρίᾳ προειλημμένος τρυτάνη ἐστὶν ἐπὶ τὸ βαρὺ τοῦ κανόνος τὴν ῥοπὴν καταφέρουσα. Ἐπι μελέστερον δὲ ἑαυτοῖς προσέχωμεν, μήποτε ἀσεβῆ τινα ἢ ἄνθρωπον ἢ λόγον δικαιώσωμεν, κατὰ τὴν πρὸς ἡμᾶς χάριν προσαχθέντες αὐτῶν τῇ συγκαταθέσει, μήποτε ὑποπέσωμεν τῷ ἐγκειμένῳ ταλανισμῷ. ∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐ τῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀνα βήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Ἀπειλεῖ ὁ λόγοςσυγκαυθήσεσθαι τὰς ῥίζας τῶν ἁμαρτωλῶν καὶ εἰς χνοῦν λεπτοποιηθήσεσθαι, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸν ἀνα βήσεσθαι. Ἀκολούθως τοῖς προαποδεδομένοις νοήσωμεν τὰ ἐπαγόμενα. Περὶ γὰρ τῶν οἴνῳ κεχρημένων ἀμέτρως ἐν τοῖς κατόπιν διαλεχθεὶς καὶ τοὺς τὰ δῶρα λαμβάνοντας ἐν ταῖς κρίσεσι διαβάλλων, νῦν συγκαυθήσεσθαι τὰς ῥίζας αὐτῶν λέγει, ὡς καλάμην ὑπὸ ἄνθρακος πυρός. Ἔστι δὲ κάλαμος φυτὸν, ἐπὶ ἀσθενοῦς τῆς ῥίζης βεβηκὸς, λεῖον μὲν τὴν ἔξωθεν ἐπιφάνειαν, διάκενον δὲ τὰ ἔνδον, ἀνώ μαλον δὲ τὴν αὔξησιν, γόνασι πυκνοῖς διειλημμένον, διὰ τὸ ἀσθενῆ οὖσαν τὴν δύναμιν, ὑφ' ἧς αὔξεται, μὴ δύνασθαι ὁμαλῶς αὐξῆσαι τὸ φυτὸν, ἀλλὰ δεῖσθαί τινος ἀναπαύσεως ἐν τῷ μεταξύ. ∆ιὸ καὶ τὸ γόνυ ἀποτελεῖται τῇ ἐνηρεμήσει τῆς δυνάμεως· ὅταν γὰρ μικρὸν προκύψῃ, εἶτα ἵσταται, καὶ οὕτω τῇ ἐπιπλεῖον ἐπιμονῇ τὸ γόνυ ἀποτελεῖ. Εἶτα πάλιν οἷον βάθρῳ τινὶ καὶ θεμελίῳ τῷ γόνατι κεχρημένη, ἡ δύναμις πάλιν προκύπτει, καὶ οὕτως ἀεὶ ἀναπαυομένη ἀποτελεῖ τὸ φυτόν. Τοιοῦτοι δὲ οἱ ἀπὸ τῶν τοῦ κόσμου τούτου πραγμάτων γνώριμοι, ἐπὶ σαθρᾶς βεβηκότες τῆς βάσεως, διάκενοι τὸν ἔσω ἄνθρωπον, τῇ ἀνωμαλίᾳ τῶν τοῦ κόσμου τούτου πραγμάτων συζῶντες. ∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, οὕτω φησὶ καταφλεγήσεσθαι τὰς ῥίζας αὐτῶν ὑπὸ φλογὸς ἀνημμένης. 5.180 Ἄνθραξ δέ ἐστι πῦρ γεῶδες, μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ ὕλῃ ἐναπομεῖναν. Ἐπεὶ οὖν οἱ ἐμπα θῶς ζῶντες οἰκεῖον ἔχουσι τὸ τῶν παθῶν πῦρ (ὡς ὁ πλούσιος ἔνδον εἶχε τὴν αἰτίαν τὴν καταφρύσσουσαν αὐτὸν τῷ δίψει) διὰ τοῦτο τοῖς πίνουσι τὸν οἶνον ἀπειλεῖ ὡς οἰνόφλυξι τὸν ἐκ τῆς καύσεως ἀφανισμόν. Ἐπειδὴ δὲ καὶ ἕνεκεν δώρων τὸ δίκαιον διαστρέφουσι, καὶ τὴν ῥίζαν αὐτῶν συγκαυθήσεσθαί φησιν ὑπὸ φλογὸς ἀνημμένης (ῥίζαν λέγων τὴν φιλαργυρίαν δηλονότι, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἀπεφήνατο, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία). Ἀπὸ δὲ τοιαύτης ῥίζης ὁποῖον τὸ ἄνθος εἰκὸς ἀναβαίνειν, ἢ κονιορτῷ παρα πλήσιον, ἀστάτῳ φύσει καὶ σκεδαννυμένῃ εἰς ἀέρα; Ἢ μήποτε, ὥσπερ ὁ κονιορτὸς ἐμποδίζων ταῖς ἀναπνοαῖς, ἐπιβουλεύει ἡμῶν τῇ ζωῇ, οὕτω καὶ τὰ τῆς φιλαργυρίας ἄνθη, αἱ πλεονεξίαι, αἱ ἀδικίαι, τὸ ψεῦδος, αἱ συκοφαντίαι, τὰ ἄλλα ὅσα τῆς πονηρᾶς ῥίζης ἐστὶ βλαστήματα, ἀναιρετικὰ τῆς ζωῆς ἡμῶν ἐστι, τῇ καθαρότητι τοῦ πνεύματος ἐμποδί ζοντα. Σφόδρα δὲ παρατετηρημένως οὐκ εἶπε καὶ ὁ καρπὸς αὐτῶν, ἀλλὰ Τὸ ἄνθος αὐτῶν. Ἀτελῆ γὰρ τὰ τῆς κα κίας βλαστήματα, ἐν αὐτῇ τῇ βλαστήσει καὶ τῷ πρώτῳ ἄνθει ἀφανιζόμενα· Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ὁ μὲν οὖν δίκαιος, ὡς τὸ ξύλον ἐστὶ τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, διηνεκεῖ τῇ ἐπιῤῥοῇ τῆς ζωῆς καταρδόμενος· τοῦ δὲ ἁμαρ τωλοῦ ἡ ῥίζα συγκαυθήσεται· Καὶ τὸ ἄνθος ὡς κονιορτὸς ἀναβήσεται. ∆ιότι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ Ἁγίου Ἰσραὴλ παρώξυναν. Νόμον καὶ λόγιον διαφόρους λέγει προσηγορίας Κυρίου· διὰ τοῦτο ὡς περὶ ἐμψύχου τοῦ λογίου ὁ Προφήτης φησί· Τὸ λόγιον Κυρίου παρώξυναν. Νόμος γὰρ ζῶν καὶ Λόγος Θεοῦ ὁ Μονογενὴς Υἱὸς, δι' οὗ τὰ πάντα. 5.181 Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπά ταξεν αὐτούς. Καὶ