1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

93

προθυμίαν εἰς τὸ πολεμεῖν, ὥστε καὶ τῶν τροφῶν ἐπιλανθά νεσθαι καὶ μηδὲ τὰ σιτηρέσια ἀναμένειν, μηδὲ ἀναπαύσεως δεῖσθαι, μηδὲ ἀποτίθεσθαι τὸ τῶν πολεμούντων σχῆμα. Οὗτοι ὥσπερ στερεὰ πέτρα ἐλογίσθησαν καὶ τὰ ἅρματα αὐτῶν ὡς καταιγίδες· ὅμοιοι λέουσι τὴν ἰσχὺν, καὶ σκύμνοις λεόντων τὴν ὁρμήν· ὧν ἡ βοὴ ὡς θαλάσσης κυμαινούσης, ὅτε καὶ οὐδὲν ἄλλο ὁ πολεμούμενος λαὸς ἑώρα, ἀλλ' ἢ σκότος σκληρὸν ἐπὶ τῆς γῆς ...

6.t ΚΕΦΑΛΑΙΟΝ ςʹ

6.183 Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βα σιλεὺς, εἶδον τὸν Κύριον. Καὶ ἐπεστάλη πρός με ἓν τῶν Σεραφίμ. Πρὸς τοὺς ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου Ἁγίους ἀεὶ ἀποστέλλονται θεῖαι δυνάμεις, τὸ σαθρὸν τῆς ἀνθρω πίνης φύσεως ἐπανορθούμεναι. Ἀπεστάλη τοίνυν καὶ πρὸς Ἡσαΐαν, ἐπὶ τῷ περιελεῖν αὐτοῦ τὰς ἁμαρτίας καὶ κα θαρίσαι. Ἀπεστάλη δὲ ἐπειδὴ ἤκουσεν ὀδυρομένου τὰς ἰδίας ταλαιπωρίας, καὶ ὁμολογοῦντος τὴν ἐν λογισμοῖς αὐτοῦ ἁμαρτίαν. Εἶπε γὰρ τὸ Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Ταῦτα ἔλεγε καὶ ὁ Παῦλος· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εἶτα καὶ αὐτὸς, ὡς τυχὼν θείας ἀντιλήψεως, ἐπάγει· Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Εἶπε δὲ τὸ Ὢ τάλας ἐγὼ, διορατικῶς εἰς ἔννοιαν ἐλθὼν τῆς βασιλείας τοῦ Θεοῦ τοῦ καθημένου ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πεπληρωκότος τῆς δόξης αὐτοῦ τὸν τηλικοῦτον κόσμον. Πρὶν γὰρ ἐννοῆσαι Θεὸν, οὐ φαίνεται εἰπὼν τὸ Ὢ τάλας ἐγώ. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, ὅτε ὤφθηαὐτῷ ὁ Θεὸς, τότε ἀναγέγραπται εἰρηκὼς τὸ Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Οὕτω δὲ καὶ Μωϋσῆς, παιδευόμενος μὲν πάσῃ σοφίᾳ Αἰγυπτίων καὶ, ὡς εἰκὸς, διαβαίνων πάντας αὐτοὺς τῇ εὐφυΐᾳ καὶ τῇ συνέσει, οὐκ ᾐσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ἢ βραδυγλώσσου· ὅτε δὲ ἤκουσε τοῦ χρημα τίζοντος, τότε τῆς ἀφωνίας αὐτοῦ καὶ τῆς περὶ τὴν γλῶσσαν βραδύτητος ᾔσθετο. 6.184 Καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου. Ὁ μὲν Ἰουδαϊκῶς ἐξηγούμενος τὸ ῥητὸν, ἐρεῖ ὡς ἄρα ὁ Κύριος ἑώραται ἐπὶ τῷ κατὰ Ἱερουσαλὴμ τόπῳ, καθή μενος ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ κύκλῳ αὐτοῦ ἑστηκότα· καὶ ἐκ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων τὸ πῦρ ληφθὲν παρὰ τοῦ Σεραφεὶμ προσ ηνέχθη τῷ στόματι τοῦ Προφήτου, εἰς καθαρισμὸν τῶν χειλέων αὐτοῦ. Ἡμεῖς δὲ οἱ πεπιστευκότες, ὅτι ὑπόδειγμά τι καὶ σκιὰ τῶν ἐπουρανίων ἐστὶ τὰ κατὰ τὸν νόμον, οἶκον μὲν λέγομεν τὸ σύμπαν σύστημα τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως, θρόνον δὲ ἐπηρμένον τὴν ἐπὶ πάντων ἀρχὴν καὶ δεσποτείαν τοῦ Θεοῦ· Σεραφὶμ δὲ τὰς ὑπερκοσμίους δυ νάμεις. Εἰ γὰρ (ὅπερ ἐφαντάσθησάν τινες) τὰ δύο τοῦ οὐ ρανοῦ ἡμισφαίρια, ἀνὰ μέρος ὑπὲρ γῆς φαινόμενα, ἓξ μέρεσιν ἑκατέρων, οἱονεί τισι πτεροῖς, πρὸς τὴν ὀξείαν κίνησιν κεχρημένων, πῶς ἀπεστέλλετο τὸ ἕτερον τούτων, ἢ πῶς ἀπεσπᾶτο ἀπὸ τοῦ ἄλλου, συνημμένης τοῦ οὐρανοῦ τῆς φύ σεως οὔσης; Ἀλλ', ὅπερ εἶπον, δυνάμεις ὑπερκόσμιαι, τῆς ἐγγυτάτω στάσεως διὰ τὴν ἐν ἁγιασμῷ ἀκρότητα κατηξιω μέναι· ὧν ἡ μία ἦλθε πρὸς τὸν Προφήτην. Ὡς γὰρ ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἀπαξιοῖ διακύπτειν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, οὐδὲ αἱ μερικαὶ δυνάμεις τὴν διακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνοῦνται. Ἔλαβεν οὖν τὸ Σεραφεὶμ ἀπὸ τοῦ θυσιαστηρίου τῇ λαβίδι. - ̓Ενθυμήθητι πηλίκον τὸ θυσιαστήριον, ὅπως δυσπρόσιτον, ὡς μὴ κατατολμᾷν αὐτοῦ τὸ Σεραφεὶμ τῇ χειρὶ προσάπτεσθαι, ἀλλὰ διὰ τῆς λαβίδος λαμβάνειν τὸ πῦρ εἰς τὴν χεῖρα. Καὶ ἔλαβεν ἄνθρακα. Λαμβάνει τὸ πῦρ εἰς τὴν χεῖρα. Ποδαπὸν τοῦτο τὸ πῦρ, ὃ ἁμαρτίας