1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

94

καθαίρει; Ἢ μήποτε συγγενὲς ἐκείνῳ, περὶ οὗ εἴρηται, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύ ματι ἁγίῳ καὶ πυρί; Ἐπειδὴ δὲ ὁ ἄνθραξ πῦρ ἐστι, τῇ παχυτέρᾳ ἤδη καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖναν (μετὰ γὰρ τὸ παραδραμεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς, ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμιλία ἄνθρακες ὀνομάζονται) τάχα οὖν σημαίνει τὴν ἐν τῇ σαρκὶ τοῦ Κυρίου ἐπιδημίαν. Φησὶ γάρ· Ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἡ σὰρξ τὸν ἐκ τῆς θεότητος φωτισμὸν ὑποδεξαμένη, κατὰ μὲν τὸ σωματικὸν αἰσθητή, κατὰ δὲ τὴν πρὸς Θεὸν ἕνωσιν, διαυγὴς καὶ ἐκλάμπουσα. Ἐκείνη δὲ ἡ σὰρξ ἦρε τὰς ἁμαρτίας τοῦ κόσμου καὶ τὰς ἀνομίας ἡμῶν περιεκάθηρεν· ἣν δι' αἰνίγματος ἡμῖν ἡ προ φητεία παρέστησε. Ναδὰβ μὲν γὰρ καὶ Ἀβιοὺδ κατεκάη σαν, ἀλλοτρίῳ πυρὶ χρησάμενοι· τὸ δὲ Σεραφεὶμ ἀπὸ τοῦ ἁγίου πυρὸς τοῦ ἐν τῷ νοητῷ θυσιαστηρίῳ τῶν ἀληθινῶν ὁλοκαρπωμάτων, τὸν ἄνθρακα ἔλαβεν, οὐχ ἑαυτῷ, ἀλλὰ τῇ λαβίδι. Ἵνα δὲ δείξῃ, ὅτι τὸ πῦρ τὸ οὐράνιον οὐχὶ καίει, ἀλλὰ καθαίρει, τῇ χειρὶ ὑποδεξάμενον, οὕτω προσάγει τοῖς χείλεσι. Συγγενὲς ἦν τούτῳ τῷ πυρὶ καὶ τὸ ἐπὶ τῆς βάτου, ὃ εἶδεν Μωϋσῆς ἐπικείμενον μὲν τῷ φυτῷ, μὴ κατακαῖον δὲ τὴν βάτον. Τάχα δὲ ἡ λαβίς ἐστιν ἡ ἐν ἑκάστῳ ἐνυ πάρχουσα ἐπιτηδειότης πρὸς τὴν τῶν ἀπὸ Θεοῦ δεδομένων ἀγαθῶν ὑποδοχὴν, κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ ὑπαρ χούσης πρὸς τὸ καλὸν οἰκειώσεως. 6.185 Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; Μωϋσέα μὲν οὐκ ἐρωτᾷ, ἀλλ' ὡς ἔχων ἕτοιμον (φησὶ) Καὶ νῦν δεῦρο· ἀποστελῶ σε πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου. Πρὸς μέντοι τὸν Ἡσαΐαν φησί· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; Τίς οὖν ἡ αἰτία; Ὅτι ἐκεῖ μὲν ἐπὶ ἀγαθῷ καὶ εὐεργεσίᾳ τοῦ λαοῦ ἀπεστέλλετο Μωϋσῆς, ἐνταῦθα δὲ σκυθ ρωπῶν πραγμάτων διακονία πρόκειται. ∆ιὰ τοῦτο ἐκείνῳ μὲν πρόσταγμα, τούτῳ δὲ ἐπ' ἐξουσίας ἀφείθη ἡ ὑπουργία, διότι πεφύκαμεν οἱ ἄνθρωποι, ἅπερ ἂν ἑκόντες ἑλώμεθα, κἂν ἐπίπονα ᾖ, καταδέχεσθαι. ∆ιὰ τοῦτο αὐτὸν βούλεται ἑκόντα καταδέξασθαι τὴν ἀποστολὴν ὁ Κύριος. Καὶ ὅτι μὲν χρεία τῆς ἀποστολῆς, ἔδειξε· τὸ δὲ εὔθετον εἰς διακονίαν πρόσω πον ἐξ αὐτῆς βούλεται τῆς προθυμίας ἀναφανῆναι. ∆ιὰ τοῦτο Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ τοσούτου προστασίαν καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ, βασιλέα Αἰγύπτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ γῆς Αἰγύπτου; Καὶ πάλιν· ∆έομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου. Καὶ πάλιν· ∆έομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ἡσαΐας δὲ, οὐδὲν τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς τῇ ὑπερβολῇ τῆς ἀγάπης, μηδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ λογισάμενος. Παρατήρει δὲ τὸ ἀκριβὲς καὶ περιεσκεμμένον τοῦ Προφή του. Πρὸς γὰρ δύο λόγους, μίαν ποιεῖται τὴν ἀπόκρισιν· Τίνα ἀποστείλω; Καὶ τίς πορεύσεται; Ἰδοὺ ἐγώ εἰμι· ἀπόσ τειλόν με. Οὐκέτι προσέθηκεν· καὶ ἐγὼ πορεύσομαι. Τὸ μὲν γὰρ δέξασθαι τὴν ἀποστολὴν, ἐφ' ἡμῖν· τὸ δὲ δυναμωθῆναι πρὸς τὴν πορείαν, τοῦ διδόντος τὴν χάριν ἐκ τοῦ ἐνισχύοντος, Θεοῦ. Ὥστε, ὃ μὲν τῆς προαιρέσεως ἦν, εἶπεν· Ἰδοὺ ἐγώ εἰμι·ἀπόστειλόν με· ὃ δὲ τῆς χάριτος ἦν, τῷ Κυρίῳ κατέλιπεν. Οὐ γὰρ ἐπηγγείλατο πορευθήσεσθαι, διὰ τὸ ἐπαισθάνεσθαι τῆς ἑαυτοῦ ἀσθενείας. Ἀκούει δὲ φωνῆς Κυρίου καὶ ὁ μὴ πληγεὶς τὴν σωματικὴν ἀκοὴν, τοῦ ἡγεμονικοῦ τυπουμέ νου ἀπὸ Θεοῦ, οἷς ἂν ἐθέλῃ τὸ βούλημα φανεροῦν ὁ Θεός. Ἀφάτῳ γάρ τινι δυνάμει φαντασιούμενοι τὸν νοῦν, οἱ ἀπ ερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἐνηχοῦντα ἑαυτοῖς, ἔχουσι τὸν λόγον τοῦ Θεοῦ, κἂν ὁ ἀὴρ μὴ δέξηται τοὺς τύπους, μηδὲ τῇ ἀκοῇ παραπέμπῃ. Οἱονεὶ γὰρ βιβλίῳ τινὶ, τὸ ἑαυτοῦ θέλημα ἐγγράφει ὁ Θεὸς τῇ ψυχῇ τοῦ Προ φήτου· καὶ ἀκούειν λέγεται ὁ τὰ θεῖα νοήματα ὑποδεξά μενος τῇ ψυχῇ. ∆ιὰ τοῦτο δὲ τὸ Ἰδού εἰμι ἐγὼ, ἀπόστει λόν με, ὁ Προφήτης εἰπὼν, τὸ ἐφεξῆς ἀπεσιώπησεν. Οὐ γὰρ εἶπεν «ἐγὼ πορεύσομαι», διότι