97
κἀκείνους εὐεργε τηθῆναι ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλλει, ἵνα κἀκείνοις ἀφεθῶσιν αἱ ἁμαρτίαι. Ἰδού φησιν ἐγώ· ἀπόστειλόν με. Ὥστε εὔλογος κἀκείνου ἡ παραίτησις καὶ τούτου ἡ προθυμία. Ἀσφαλὴς μέντοι ἡ ἀπόκρισις τοῦ ἁγίου, ὡς ὠφελημένου ἤδη ἐκ τῆς διὰ τῶν ἀνθράκων καθάρσεως. Εἰπόντος γὰρ τοῦ Κυρίου Τίνα ἀποστείλω, καὶ Τίς πορεύσεται, πρὸς μὲν τὸ Ἀποστείλω, ἰδού εἰμι ἐγώ· πρὸς δὲ τὸ Τίς πορεύσεται, οὐκέτι εἶπεν, ὅτι καὶ πορεύσομαι· οἶδε γὰρ ὅτι Θεοῦ συνεργοῦ χρεία πρὸς τὴν ἐνέργειαν. ∆ιόπερ ὃ μὲν προαιρέσεως ἦν, τοῦτο ἐπέ δωκεν· ὃ δὲ τοῦ τελειοῦντος ἔχρῃζε, τοῦτο ἀπεσιώπησε. Πῶς δὲ ἀκούει τῆς φωνῆς Κυρίου, πολλάκις εἴρηται, ὡς ἄρα τὸ ἡγεμονικὸν τοῦ ἀξιουμένου τῆς τοιαύτης χάριτος ἀφάτῳ τινὶ δυνάμει φαντασιοῦται λόγον Θεοῦ, τῆς θείας δυνά μεως ἐνηχούσης τοῖς ἀξίοις, οὐ διὰ τῆς σωματικῆς ἀκοῆς, ἀλλ' αὐτὸ τὸ ἡγεμονικὸν τῶν κεκαθαρμένων τὴν διάνοιαν τυ πούσης, καὶ οἱονεὶ ἐγγραφούσης αὐτοῖς τὰ νοήματα κατὰ τὸ σιωπώμενον· ὅπερ ἡμῖν διὰ τῆς αἰσθητῆς φωνῆς πλησσο μένη ἡ ἀκοὴ ἐπὶ τὴν συναίσθησιν τῆς ψυχῆς παραπέμπει. Νοητῆς οὖν ἤκουσε φωνῆς, τῇ καρδίᾳ ἐγγενομένης, ὅπερ καὶ ἐν τοῖς ὕπνοις συμβαίνει γίνεσθαι· ἀκούειν γὰρ δο κοῦμεν, μηδενὸς φθεγγομένου, ἀλλ' οὐχὶ αἰσθητῆς διὰ τοῦ ἀέρος πρὸς τοὺς πόρους τῆς ἀκοῆς ἐνεχθείσης. Οὕτως οὖν λαλεῖ ὁ Θεὸς καὶ οὕτως ἀκούουσιν οἱ Ἅγιοι. 6.189 Πορεύου (φησὶ) καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Τοῦτο τὸ ῥητὸν σαφῶς καὶ ἀναντιῤῥήτως ἐπὶ τοὺς χρόνους φέρων τῆς τοῦ Κυρίου ἐπιδημίας, ὁ Μακάριος Παῦλος ἔλεγεν ἐν ταῖς Πράξεσι, τοῖς ἐν Ῥώμῃ Ἰουδαίοις διαλεγόμενος· Καλῶς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ Προφήτου πρὸς τοὺς πατέρας ὑμῶν, λέγον· Πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, καὶ τὰ ἑξῆς. Καὶ τοῦτο μάλιστα τὸ ῥητὸν τὸν Προφήτην, ὡς θεόθεν ἀποφθεγγόμενον παρασκευ άζει· ἐπείπερ ἤκουσεν ὁ λαὸς τὸν Ἰησοῦ λόγον καὶ οὐ συνῆκε, καὶ βλέπων τὰ ὑπ' αὐτοῦ γινόμενα τεράστια, οὐχ ἑώρα. Εἰς μέλλοντα γὰρ χρόνον ἐκκλῖνον τὸ ῥητὸν ἐμφαίνει τὴν εἰς ὑστέρους χρόνους τῶν προφητευομένων ἀναφορὰν, καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται. Εἰπόντος γὰρ τοῦ Ἡσαΐου, ὅτι Ἀκάθαρτα χείλη ἔχω καὶ (συνάψαντος καὶ περὶ τοῦ λαοῦ) ὅτι Ἐν μέσῳ λαοῦ οἰκῶ, ἀκάθαρτα χείλη ἔχοντος, αὐτῷ μὲν ἐδόθη ἡ χάρις τῆς συγχω ρήσεως καὶ ἡ κάθαρσις δι' ἑνὸς τῶν Σεραφὶμ, τῷ δὲ λαῷ οὐκέτι· ἐπειδὴ οὐδὲ τὴν διάθεσιν ὁμοίαν εἶχον ὅ τε Προφήτης καὶ ὁ λαός· Ὁ μὲν γὰρ εἶδε Κύριον Σαβαὼθ, καθήμενον ἐπὶ θρόνου, καὶ ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδη μοῦντα τὸν Κύριον, οὐκ ἐπίστευον· καὶ ὁ μὲν ἀκούσας τῶν Σεραφείμ, συνῆκε τὴν δοξολογίαν αὐτῶν· οἱ δὲ ἀκού οντες τῶν ῥημάτων τοῦ Σωτῆρος, οὐ κατεδέχοντο· καὶ τοῦ μὲν ἡ καρδία κατανυγεῖσα, συνῄσθετο τῆς ἰδίας ἁμαρτίας, διὸ εἶπεν· Ὢ τάλας ἐγὼ, διότι κατανένυγμαι· τῶν δὲ ἐπα χύνθη ἡ καρδία, πρὸς τὸ μηδεμίαν λαβεῖν ἔννοιαν ὧν ἡμάρ τανον, μηδὲ προσελθεῖν τῷ δυναμένῳ αὐτοῖς ἀφιέναι τὰς ἁμαρτίας. ∆ιὰ τοῦτο ὁ μὲν ἐκαθαρίσθη, οἱ δὲ ἀφείθησαν ἐν ταῖς ἁμαρτίαις, ὡς καὶ ὁ Κύριος ἔφη πρὸς αὐτοὺς, ὅτι Ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 6.190 Τάχα δέ τις ἀντιστήσεται ὑμῶν τῷ λόγῳ, διὰ τὸ εἰρῆσθαι· Εἶπον τῷ λαῷ τούτῳ, οὐ προσιέμενος ἐπὶ τοὺς χρόνους τοῦ Σωτῆρος ταῦτα προφητεύεσθαι. Εἰ γὰρ τὸ Τούτῳ δεικτικόν ἐστι, οὐδεὶς δὲ τῶν ἀπὸ τοῦ δεικνυμένου λαοῦ ἤμελλεν ἀκούειν τοῦ Σωτῆρος, ἢ βλέπειν αὐτοῦ τὰ θαυμάσια, πῶς ἁρμόζει τὸ Τῷ λαῷ τούτῳ τοῖς τοσοῦτον τοῦ Προφήτου μεταγενεστέροις; Ἡμεῖς δὲ ἐξ ἄλλων ῥημά των προφητικῶν ῥᾳδίαν λύσιν ἐπινοήσωμεν τῷ προβλήματι. Εἴρηται γὰρ ἔν τινι τῶν ∆ώδεκα· Λαός