98
μου, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἢ τί παρηνόχλησά σοι; Ἀποκρίθητί μοι. ∆ιότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα ἔμπροσθέν σου τὸν Μωϋσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ; Ὥσπερ γὰρ τότε οὐχὶ ὁ κατὰ τὸν Προφήτην λαὸς εἶδε τὴν Αἴγυπτον, ἢ ὡδηγήθη παρὰ τῶν προειρημένων, καὶ ὅμως αὐτὸς ὀνειδίζεται ὡς ἐπὶ ταῖς ἐργασίαις ταύταις ἀγνωμονῶν, οὕτω καὶ νῦν δείκνυται μὲν τὸ σύστημα τοῦ λαοῦ τὸ κατὰ τὸν Προφήτην· ἐκβαίνει δὲ αὐτῷ τὰ προφητευθέντα κατὰ τὴν γενεὰν τῆς τοῦ Κυρίου ἐπιφανείας. Πέφυκε δὲ καὶ ἡ συνήθεια κεχρῆσθαι τῷ τοιούτῳ λόγῳ, ὃν καὶ ἀλλοιούμενόν τινες προσαγορεύειν εἰώθασιν. Οἷον, τὸν αὐτὸν νοοῦντες χορὸν, τὸν ἐκ τοσῶνδε ἀνδρῶν συνε στῶτα· εἶτα ἑνὸς ὑπεξελθόντος καὶ ἑτέρου ἐκείνου τόπον ἀντιπληρώσαντος, ὁ αὐτὸς λέγεται μένειν χορός. Καὶ εἰ δεύτερος δὲ ὑπεξέλθῃ καὶ εἰ τρίτος, καὶ τοῦτο ἐπὶ πολὺ γένοιτο, καὶ ἑκάστῳ ἕτερος ἀντεισαχθείη τις, κατὰ μικρὸν ὑπαλλοιουμένου τοῦ χοροῦ, οἱ μὲν καθ' ἕνα διημείφθησαν, ἡ μέντοι προσηγορία τῷ χορῷ ἡ αὐτὴ διασώζεται. Οὕτω καὶ πόλις ἡ αὐτὴ εἶναι λέγεται καὶ στρατόπεδον τὸ αὐτό, οὐ τῷ τὸν καθ' ἕκαστον διαμένειν, ἀλλὰ τῷ τὴν προσηγορίαν τῷ συστήματι τὴν αὐτὴν διασώζεσθαι. Οὕτως οὐδὲν κωλύει καὶ νῦν τὸν ἐπὶ τοῦ Ἡσαΐου δεικτικῶς θεωρούμενον λαὸν τὸν αὐτὸν εἶναι καὶ ἐπὶ τοῦ Κυρίου, οὐ τῇ διαμονῇ τῶν καθ' ἕκαστον, ἀλλὰ τῇ κοινῇ τοῦ ἔθνους ὀνομασίᾳ. 6.191 Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς· Καὶ ἔτι ἐπ' αὐτῆς ἐστι τὸ ἐπιδέκατον· καὶ πάλιν ἔσται εἰς προνο μὴν, ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Σπέρμα Ἅγιον, τὸ στήλωμα αὐτῆς. Ἐπειδὴ σκυθρωπὰ τὰ διηγηθέντα ἦν παρὰ τοῦ Κυρίου, ἀπαραίτητον τὴν κρίσιν ἡγούμενος, τὸν γοῦν χρόνον πόσος ἐστὶν, ἐν ᾧ ἡ καταδίκη αὐτοῖς αὕτη ἐπιτεθήσεται, ἀξιοῖ δι δαχθῆναι. Σαφῶς ταῦτα ἐπὶ τοὺς χρόνους τῆς Ῥωμαϊκῆς δυναστείας λοιπὸν ἀναφέρεται. Μετὰ γὰρ τὸ μὴ ἀκοῦσαι τῶν ῥημάτων τοῦ Κυρίου καὶ μὴ θελῆσαι ἐνιδεῖν ὀφθαλμοῖς εὐγνώ μοσι τὰ ὑπὲρ ἄνθρωπον αὐτοῦ τεράστια, ἠρημώθησαν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ κατελείφθη ἔρημος, λιμῷ καὶ φυγαῖς καὶ αἰχμαλωσίᾳ τῶν οἰκητόρων θανατωθέντων. Τὸ δὲ ἐπαγόμενον, ὅτι Μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, ἀναφέρεσθαί μοι δοκεῖ ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσιν, οἷς ἀπὸ μέρους ἐγένετο πώρωσις, ἵνα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἀλλὰ Καὶ οἱ κατα λειφθέντες (φησὶ) πληθυνθήσονται. Τίνες οὖν εἰσιν οὗτοι; Ἢ περὶ ὧν εἶπεν ὁ Ἀπόστολος, ὅτι Λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν, οἵτινες καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς, τῷ εἰς πᾶσαν τὴν γῆν λοιπὸν εἶναι τοὺς μαθητευομένους τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ; Εἰ γὰρ καὶ οὐκ ἐπέτυχεν ὃ ἐπι ζητεῖ ὁ πᾶς Ἰσραὴλ, ἀλλ' ἡ ἐκλογὴ ἐπέτυχε, περὶ ὧν φησι τῷ Ἠλίᾳ· Κατέλιπον ἐμαυτῷ ἑπτάκις χιλίους ἄνδρας, οἵ τινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὗτοι οὖν εἰσι, περὶ ὧν εἴρηται· Καὶ ἔτι ἐπ' αὐτῆς ἔσται τὸ ἐπιδέκατον. Τὸ δὲ Καὶ πάλιν ἔσται εἰς προνομὴν, ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς, δοκεῖ μοι δηλοῦν τὴν κατὰ μικρὸν ἀπὸ τῶν Ἰουδαϊκῶν ἐθῶν ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν μεταβολήν. Πάλιν γὰρ ἔσονται οὗτοι εἰς προνομὴν συνηγμένοι, ὡς συνάγεται ὁ καρπὸς τῆς τε ρεβίνθου, καὶ ὡς ἡ βάλανος, ἡ ὥριμος ἤδη πρὸς συλλογήν. Τότε γὰρ ἐκλύεται ἀπὸ τοῦ πρὸς τὴν θήκην δεσμοῦ ἡ πε φθεῖσα ἤδη τῷ χρόνῳ καὶ τελειωθεῖσα. Τάχα δὲ καὶ διὰ τὸ ἐκπεπτωκέναι τῆς Ἰουδαϊκῆς χώρας καὶ ἐν τῇ διασπορᾷ γεγενῆσθαι, βαλάνῳ παρεικάζεται ἐκπιπτούσῃ ἐκ τῆς θήκης αὐτῆς. Τὸ δὲ Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς, ἐκ τῶν Θεοδο τίωνος πρόσκειται, μὴ κείμενον