1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

99

παρὰ τοῖς ἑβδομήκοντα, ἀξιόλογον νοῦν, ὡς πρὸς τὴν τῶν προαποδεδομένων ἀκο λουθίαν ἔχον. Συνάγονται γὰρ οὗτοι ὡς τερέβινθος, καὶ ὡς βάλανος, ἐν τῷ γενέσθαι Σπέρμα ἅγιον ἐν τῇ στάσει καὶ βεβαιότητι ἑαυτῶν. Ἀκολούθως δὲ τοῖς πολλαχοῦ παρὰ τῇ Γραφῇ κειμένοις καὶ ἐνταῦθα φαίνεται τὸ χρηστὸν τέλος τῶν ἐπ' εὐεργεσίᾳ κολαζομένων. Πατάξω γὰρ (φησὶ) κἀγὼ ἰάσομαι. Καὶ αὐτὸς ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν. Οἱ οὖν πρότερον ἀκοῇ ἀκούοντες καὶ μὴ συνιέντες, καὶ τὰ ἑξῆς ποιοῦντες, μέχρι τοσούτου, ἕως τοῦ μὴ κατοικεῖσθαι πόλεις καὶ ἐν τῇ διασπορᾷ γενόμενοι, ὡς μόλις τὸ ἐπι δέκατον τοῦ λαοῦ περισωθῆναι, οὗτοι πάλιν πληθυνθή σονται καὶ πάλιν καρποφορήσουσι, παραπλησίως τερεβίνθῳ καὶ βαλάνῳ, Σπέρμα ἅγιον φέροντες, ἐν τῷ ἑστηκέναι ἑδραῖοι καὶ μὴ μετακινούμενοι καὶ ἐῤῥιζῶσθαι ἐν ἀγάπῃ.

7.t ΚΕΦΑΛΑΙΟΝ ζʹ

7.192 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωάθαμ, τοῦ υἱοῦ Ὀζίου, βασιλέως Ἰούδα, ἀνέβη Ῥασὶν, βασιλεὺςἈρὰμ, καὶ Φακεὲ, υἱὸς Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, ἐπὶἹερουσαλὴμ, πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορ κῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον ∆αβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Καὶ ἐξέστη ἡψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστι· ∆ύο βασιλεῖς, ὁ τῆς Συρίας καὶ ὁ τοῦ Ἰσραὴλ ἀνέβησαν ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ οὐκ ἠδύναντο πολιορκῆσαι αὐτήν. Ὄνομα δὲ τῷ μὲν βασιλεῖ Συρίας, Ῥασὶν, τῷ δὲ βασιλεῖ Ἰσραὴλ, Φακεέ. Ἦλθον δὲ ἄγγελοι, καταμηνύοντες τῷ βασιλικῷ οἴκῳ τὴν συμφωνίαν τῶν βασιλέων, τοῦ τε Σύρου καὶ τοῦ Ἰσραήλ. Ὁ γὰρ Σύρος, Ἀρὰμ κατὰ τὴν διάλεκτον τῶν Ἑβραίων καλεῖται· ὁ δὲ Ἰσραὴλ, Ἐφραῒμ ὀνομάζεται, διὰ τὸ ἐκ τῆς φυλῆς ἐκείνης ὡρμῆσθαι τὸν τὴν ἀποστασίαν ἐξ ἀρχῆς πε ποιηκότα, Ἱεροβοάμ. Κατεπλάγη οὖν ὅ τε βασιλεὺς καὶ ὁ λαὸς ἅπας ἐπὶ τῇ ἀκοῇ, καὶ οὕτως ἐσείσθη καὶ ἐταράχθη, ὥστε ὁμοιωθῆναι τὸν κλόνον αὐτῶν ξύλῳ δρυμοῦ, ἀπὸ σφο δροτάτου πνεύματος ἀνέμων σαλευομένῳ. Ἡ μὲν οὖν ἁπλῆ διήγησις τῶν ῥημάτων αὕτη. Βα σανίζων δ' ἄν τις τὸ ῥητὸν, εὕροι τινὰ οἰκειότητα πρὸς ἡμᾶς καὶ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ἐκ τῶν ἱστορου μένων. Τίνες οὖν εἰσιν οἱ συμφωνήσαντες ἀλλήλοις βασιλεῖς, κατὰ δύναμιν ἐξετάσωμεν. Ἡγοῦμαι τοίνυν τὸν μὲν ἐπαι ρόμενον τῇ σοφίᾳ τοῦ αἰῶνος τούτου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λόγον δηλοῦσθαι διὰ τὸν Ἀράμ· ἑρμηνεύεται γὰρ ὁ Ἀρὰμ, μετέωρος. Τοιοῦτος δὲ ὁ λόγος τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἀστρονομίαις προσέχων καὶ κινήσεσιν ἀστέ ρων καὶ συμπλοκαῖς καὶ σχήμασι, κἀκεῖθεν τῶν ἀνθρω πίνων πραγμάτων τὰς αἰτίας ἠρτῆσθαι λέγων. Μετέωρος δὲ καὶ διὰ τὴν οἴησιν καὶ τὸ ἀλαζονικὸν αὐτοῦ ἔπαρμα, ὃ μόνος οἶδε καθαιρεῖν τοῖς λόγοις τῆς ἀληθείας ὁ Ἅγιος, τῇ δυνάμει τοῦ Πνεύματος καταβάλλων πᾶν ὕψωμα ἐπαιρό μενον, κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τὴν δὲ κατὰ παραδοχὴν τῶν θείων Γραφῶν συστᾶσαν, ἐκτετραμμένην τῆς εὐθείας καὶ ψευδώνυμον γνῶσιν, Ἐφραῒμ ἡγούμεθα προσαγορεύεσθαι. Ἐπειδὴ ἀπ' αὐτῆς ὥρμητο Ἱεροβοὰμ, ὁ πρῶτος ἀποσχίσας τοῦ σπέρματος ∆αβὶδ τὰς δέκα φυλὰς, ὃς καὶ δραπέτης ποτὲ τοῦ Σολομῶντος γενόμενος, εἰς Αἴγυπτον ἀπῆλθε, καὶ τὴν ἀδελφὴν Θεκεμίνας, τῆς γυναικὸς Φαραὼ, πρὸς γάμον ἔλαβεν. Ὃς καὶ τὰς χρυσᾶς δαμάλεις ἀνέπλασε, καὶ ἑορτὰς ἀνέπεμψεν ἀπὸ τῆς καρδίας αὐτοῦ. Ὅταν οὖν ὁ ἐθνικὸς λόγος, ὁ μέγα φρονῶν ἐπὶ διαλεκτικαῖς ἐπιχειρήσεσιν, ἐπιπλακῇ τῷ αἱρετικῷ καὶ παρατετραμμένῳ, συμφωνεῖν λέγεται ὁ Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, ἐπιθυμίαν ἔχων καθελεῖν τὰ τοῦ ∆αβὶδ οἰκοδομήματα καὶ ἐκπορθῆσαι τὸν τόπον τῆς ἀληθινῆς λατρείας. Οὐ μήν γε περιγίνεται τοῦ σκοποῦ. Οὐ