1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

100

γὰρ δυνήσεται ἐκπολιορκῆσαι διὰ τὸν ὑπερασπίζοντα αὐτῆς Κύριον. Τάχα δὲ οὐδὲ δύνανται συμφωνῆσαι οὗτοι, ἐὰν μὴ ἡ ἁμαρτία ἡμῶν πλεονάσῃ· ἐπειδὴ καὶ οἱ κατὰ τὴν ἱστορίαν συμφωνήσαντες, ἐν ταῖς ἡμέραις τοῦ Ἀχὰζ, τὴν πρὸς ἀλλήλους ἐπεδείκνυντο συμφωνίαν διὰ τὴν ἁμαρτίαν τοῦ Ἀχὰζ, ὃς οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλὰ τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. Ταράσσει μέντοι τὸν οἶκον ∆αβὶδ καὶ ἐξίστησι τὴν ψυχὴν τοῦ λαοῦ, ὥστε καὶ ἀκάρπῳ ξύλῳ προ σεοικέναι, διὰ τὸν ἀπὸ τῆς ταραχῆς ἐγγενόμενον κλόνον, ἡ τῶν πονηρῶν βασιλέων κατὰ τῶν ἐκκλησιῶν ἐπιχείρησις. Ἀλλ' ὅμως ὁ φιλάνθρωπος Θεὸς, θεραπεύων αὐτῶν τὴν τα ραχὴν, πέμπει προφητικὸν λόγον, ἐξελαύνοντα τὸν φόβον τῶν καρδιῶν τοῦ λαοῦ, διὰ τοῦ λέγειν· Μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν καπνιζομένων τούτων. 7.193 Ὅρα δὲ εἰ δύνασαι καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρ μηνείας ἀφορμὰς λαβεῖν τοῦ ἔτι τρανότερον τὰ κατὰ τὸν τόπον ἰδεῖν. Ἑρμηνεύεται γὰρ ὁ Ἀχὰζ, κατάσχεσις· Ἰωά θαν, Ἰαῶ συντέλεια· ὁ δὲ Ὀζίας, ἰσχὺς Ἰαῶ· ὁ δὲ Ἀρὰ(ὡς προείπαμεν) μετέωρος· ὁ δὲ Φακεὲ, διάνοιξις· ὁ δὲ Ῥομελίας, μετέωρος περιτομῆς. Συμφωνεῖ οὖν ὁ μετέωρος λόγος, καὶ ὁ ἐπαγγελλόμενος σαφηνιστὴν εἶναι τῶν θείων Γραφῶν λόγος. Τοῦτο γὰρ ἐμφαίνει ὁ Φακεὲ, ἑρμηνευό μενος διάνοιξις, οἱονεὶ σαφηνισμὸν τῶν ἀποκεκλεισμένων τῆς Γραφῆς μαρτυριῶν δι' ἑαυτοῦ ὑπισχνούμενος. Ὅτι δὲ ἡ κατὰ τῆς Ἱερουσαλὴμ συμφωνία τῶν δύο βασιλέων (τοῦ τε ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου φρονοῦντος καὶ τοῦ ἐπαγγελ λομένου τὰ κεκαλυμμένα τῆς Γραφῆς ἀναπτύσσειν) ἐν δόγ μασι καὶ λόγοις ἐναντίοις γίνεται, προσδοκώντων ὑποχει ρίους λήψεσθαι τοὺς τὰ τῆς Ἐκκλησίας δεδιδαγμένους, ἐκ τῶν ἐφεξῆς ἀποδείκνυται. Ἐβουλεύσαντο γὰρ βουλὴν πονηρὰν ὁ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶσυλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς. Σαφῶς γὰρ ὁ λόγος παρίστησιν, ὅτι διὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος ἐλπίζουσι τὸν οἶκον ∆αβὶδ ἀποστρέψαι πρὸς ἑαυ τούς. Ἐπαγγέλλονται δὲ καὶ βασιλέα καταστήσειν τὸν υἱὸν Ταβεήλ· ἑρμηνεύεται δὲ ὁ Ταβεὴλ, ἀγαθὸς Θεός. Ἴδιον δὲ τῶν ἐπιτιθεμένων τῇ Ἐκκλησίᾳ τὸ ὑπισχνεῖσθαι παραδώσειν τὰ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τῆς τοιαύτης χρηστολο γίας ἐξαπατῶσι τοὺς ἀκεραιοτέρους. Ὅτι δὲ ταῦτα αἰνίγ ματά ἐστι, διὰ τῆς ἱστορίας πρὸς τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν φέροντα, σαφῶς ὁ λόγος προϊὼν ἀπογυμνοῖ, λέγων· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. 7.194 Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ, ὁ υἱός σου, εἰς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως, καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ὑσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ' ἡ κεφαλὴ τοῦ Ἀρὰμ, ∆αμασκός, καὶ ἡ κεφαλὴ ∆αμασκοῦ, Ῥασίν. Ἀλλ' ἔτιἑξήκοντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ τοῦ λαοῦ· καὶ ἡ κεφαλὴ Ἐφραῒμ, Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων, ὁ υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Ἡγοῦμαι τοίνυν, ὅτι οὐ διὰ τῆς αἰσθητῆς ἀκοῆς πλησ σομένου τοῦ ἀέρος συνίεσαν τὸν τοῦ Θεοῦ λόγον οἱ Προ φῆται· ἀλλ' ἐπειδή ἐστιν ὦτα νοητῆς ψυχῆς, ἐπ' ἐκεῖνα ἔφθανε, γυμνὰ φωνῆς, τὰ σημαινόμενα. Καὶ τοῦτο αὐτοῖς ἐγίνετο, τῆς αὐγῆς τοῦ ἀληθινοῦ φωτὸς φθανούσης αὐτῶν ἐπὶ τὸ ἡγεμονικὸν, καὶ διακονούσης τῷ φωτισμῷ τῶν Προφη τῶν. Ταύτης δὲ ἀντελαμβάνοντο τῆς φωνῆς οἱ γενόμενοι ἔξω τῶν φθαρτῶν αἰσθητηρίων, καὶ οἱ