1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

101

σπεύδοντες πρὸς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον. Ὅτε μὲν γὰρ πρὸς τῇ θεωρίᾳ τῶν θείων γίνεται ἡ ψυχὴ, συλλέγουσα ἑαυτὴν ἀπὸ τῆς πρὸς τὸ σῶμα ἐπιπλοκῆς, ἐξιέναι λέγεται· ὅταν δὲ πρὸς τοῖς ἀνθρωπίνοις ἐστὶν, ἢ κατὰ τὸ ἀναγκαῖον τῆς τοῦ σώματος θεραπείας, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπιπλέον ἐκτείνεσθαι πρὸς τὰ διαφέροντα, οἱονεὶ ἔξωθεν ἐπὶ τὰ ἔσω πάρεισιν, ὥσπερ εἰς οἰκίαν τινὰ, ἢ εἰς πόλιν, πρὸς τὴν ἐπὶ τὸ σῶμα συμπά θειαν ἐπιστρέφουσα. Ἐπεὶ οὖν ἔδει λόγων Θεοῦ ἀκοῦσαι τὸν Προφήτην, διὰ τοῦτο πρὸ πάντων αὐτῷ εἴρηται τὸ Ἔξελθε σὺ καὶ ὁ υἱός σου. Τοιοῦτον δέ πώς ἐστι καὶ τὸ ἐν Γενέσει κατὰ τὸν πρῶτον χρηματισμὸν εἰρημένον τῷ Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. Τελειοτάτη γὰρ ἔξοδος, ἡ ἀπὸ πάντων τῶν σωματικῶν ἀνάβασις, ἅτινα εἴρηται γῆ· καὶ ἡ ἀπὸ τῶν αἰσθητηρίων φυγὴ, ἅπερ ὠνόμασται συγγένεια· καὶ τὸ ἀποστραφῆναι τὸν ὑπαίτιον βίον, ἐν ᾧ ᾠκείωτο πρό τερον τοῖς ἐναντίοις ἐπιτηδεύμασιν, ἅπερ οἶκος εἴρηται τοῦ πατρός. Καὶ μετ' ὀλίγον δὲ περὶ τοῦ αὐτοῦ Ἀβραὰμ γέ γραπται· ὅτι Ἐξήγαγεν αὐτὸν ὁ Θεὸς ἔξω. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν πρὸς τὸ ἐξελθεῖν προθυμίαν, αὐτὸς αὐτὸν πρὸς τὸ τέλειον τῆς ἐνεργείας ἐχειραγώγησεν. Αὐτὸς γὰρ καθ' ἑαυτὸν οὐχ οἷός τε ἦν ποιῆσαι· διὰ τοῦτο, καὶ ἐπὶ μὲν τοῦ πρώτου προστάγματος, εἰ ἐξέλθοι ἔξω, ἐπαγγε λίαν λαμβάνει τῆς ἀπολαύσεως. Ὅτε δὲ ἐξήγαγεν αὐτὸν ὁ Θεὸς, ἐδίδασκεν αὐτὸν τὰ ἄνω ζητεῖν, οὗ ὁ Χριστός ἐστιν. 7.195 Καὶ Μωϋσῆς δὲ, ὅτε τῶν ἀνθρωπίνων ἔξω ἐγένετο, ἀποσχολάζων τῷ νῷ πρὸς τὴν θεωρίαν τῶν λογίων, ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν τὴν ἑαυτοῦ σκηνήν. ∆ιὸ καὶ πᾶς ὁ ζητῶν τὸν Κύριον, ἐξεπορεύετο εἰς τὴν σκηνήν. Ὥστε ὁ ἐπὶ πλέον διαβεβηκὼς ἀπὸ τῶν ἀνθρωπίνων, ἔξω τὴν ἑαυτοῦ καταπήξει σκηνὴν, ἵνα παγεῖσα καὶ ἑδρασθεῖσα ἀσά λευτος αὐτοῦ ἡ ζωὴ διαμείνῃ. ∆ιὸ καὶ νῦν μέλλοντα προ φητεύειν καὶ λέγειν τὰ προστασσόμενα ὑπὸ τοῦ Θεοῦ, ἐξελ θεῖν ὁ Κύριος ἐπιτάσσει· οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ, ὁ υἱὸς αὐτοῦ. Ἐμφαίνεται δὲ, ὅσον ἐκ τοῦ λόγου, ὅτι ἐκ πολλῶν εἷς αὐτῷ περιελέλειπτο υἱὸς, ὃν καὶ αὐτὸν ἐβούλετο ὁ λόγος μὴ ἀπολείπεσθαι τῆς τοῦ πατρὸς ἕξεως, ἀλλὰ συνεξιέναι τῷ πατρὶ, ἐφ' ἃ προεκαλεῖτο αὐτὸν ὁ Θεός. Ἐπειδὴ δὲ ἑρμηνεύεται Ἰασοὺβ, ἐπιστρέφων, πᾶσιν ἡμῖν, τοῖς ἐκ μετανοίας βουλομένοις ἐξελθεῖν ἀπὸ τῶν παθῶν τῆς σαρκὸς, ἐνδείκνυται ἡ Γραφὴ, δύνασθαι μετὰ τοῦ Προφήτου γενομένοις, κατορθοῦν τὴν ἔξοδον. Κελεύεται δὲ ἀνελθεῖν ἐπὶ τὴν ἄνω ὁδὸν, τὴν οὖσαν πρὸς τὴν κολυμβήθραν τοῦ ἀγροῦ τοῦ γναφέως. Ἔστι μὲν οὖν, καὶ κατὰ τὴν ἱστορίαν, ἐπίσημος ὁ τόπος οὗτος· γέγραπται γὰρ, ὅτι ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχις εἰς Ἱερουσαλὴμ μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδρα γωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. Τάχα δέ τι καὶ διδακτικὸν ἔχει πρὸς ἠθῶν παί δευσιν ὁ λόγος, ὅτι χρὴ ἀφίστασθαι τῶν ταπεινῶν καὶ χαμαὶ κειμένων, καὶ ἐπὶ τὰ ἄνω ἐπείγεσθαι· ὅπου γενομένοις ὕδωρ εἰς ἀποκάθαρσιν καὶ ἀγρὸς γναφέως, τοῦ τὸν ῥύπον ἀποκαθαίροντος, εὑρεθήσεται· ὃ χρησιμεύει ἡμῖν πρὸς τὸ τοῦ Ἐκκλησιαστοῦ παράγγελμα, λέγοντος· Ἐν παντὶ καιρῷ ἔστωσάν σου τὰ ἱμάτια λαμπρά. Κελεύει δὲ καὶ ὁ χρηματίζων τῷ Μωϋσεῖ, πλύνειν τὰ ἱμάτια τὸν μέλλοντα ἀκούειν τοῦ Θεοῦ· Καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Ὁ δὲ ἐκεῖ φθάσας, καὶ τὸ τοῦ γάμου ἔνδυμα ἕτοιμον ἕξει, πρὸς τὸ μὴ, δεθεὶς χεῖρας καὶ πόδας, ἀπὸ τοῦ νυμφῶνος εἰς τὸ σκότος ῥίπτεσθαι τὸ ἐξώτερον. Εἶπον οὖν (φησὶ) τῷ Ἀχάζ· Φύλαξαι τοῦ ἡσυχάσαι. Τοῦτο δὲ καὶ ἡμῖν χρήσιμόν ἐστι, πρὸς τὸ πάσῃ φυλακῇ τηρεῖν ἡμᾶς τὴν ἑαυτῶν καρδίαν· Ἐὰν γὰρ ἰσχυρὸς φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν ἐγρηγόρως, ἐν εἰρήνῃ ἐστὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ὃς καὶ ἡσυχάζει, τὸν ὄχλον καὶ τὸν θόρυβον ἀποσειόμενος καὶ μὴ φοβού μενος τὸν