102
παθητικὸν φόβον, μηκέτι ἀσθενῶν τῇ ψυχῇ, ἀλλὰ τῷ πνεύματι τῆς ἰσχύος καθωπλισμένος. 7.196 Μηδὲ δειλιάσῃς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τού των, τῶν καπνιζομένων. Πρόσταγμα ἡμῖν, μὴ δειλιᾷν ἀπὸ τῶν Ἑλληνικῶν πιθανο τήτων καὶ ἀπὸ τῶν παρὰ τοῖς ἑτεροδόξοις δυσφημιῶν, ἅτινά ἐστι δύο ξύλα, μᾶλλον δὲ δύο δαλοὶ, ἀπολέσαντες μὲν τοῦ φυτοῦ τὸ ζωτικὸν καὶ τοῦ ξύλου τὸ ἰσχυρὸν, μὴ ἔχοντες δὲ τὸ τοῦ πυρὸς φωτεινὸν, ἀλλὰ δαλοὶ καπνιζόμενοι, μελαίνοντες μὲν τοὺς ἁπτομένους αὐτῶν καὶ σπιλοῦντες, δακρύειν δὲ τοὺς ὀφθαλμοὺς τῶν ἐγγιζόντων παρασκευάζοντες. Εἰ δὲ θέλεις νοῆσαι τὴν ἀπὸ τῶν καπνιζομένων δαλῶν βλάβην, γινομένην ἀπὸ τοῦ ἐν αὐτοῖς καπνοῦ, μνήσθητι τοῦ Σολομῶντος, λέγον τος· Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτω παρανομία τοῖς χρωμένοις αὐτῇ. Οἶμαι γὰρ ὄμφακα μὲν εἰρῆ σθαι τὴν ἀπὸ τῶν τῆς κακίας πράξεων ἁμαρτίαν, καπνὸν δὲ τὴν ἀπὸ τῆς ψευδωνύμου γνώσεως βλάβην, τὸ διορατικὸν τῆς ψυχῆς ἡμῶν συγχέουσαν. Ὅταν δὲ γένηται (φησὶν) ὀργὴ τοῦ θυμοῦ μου, πάλιν ἰάσομαι, τουτέστι μετὰ τὰς ἐπιστρεπτικὰς πληγὰς, ἐπειδὰν ἱκανῶς ἔχουσαν ἴδω τὴν διόρθωσιν, οὐκ ἀφήσω αὐτοὺς ἐν τοῖς σκυθρωποτέροις, ὥσπερ ἂν εἰ καὶ ἰατρὸς λέγοι τοῖς κάμνουσιν· ὅταν τέμω καὶ ὅταν καυτηριάσω, οὔτε τὴν τομὴν, οὔτε τὰ ἀπὸ τοῦ καυτῆρος ἕλκη ἀτημέλητα καταλείψω. Ἐπειδὰν γὰρ ἀνυσθῇ τοῦτο, δι' ὃ τὰ ἐπίπονα παραλαμβάνεται, τότε τὴν λειπομένην θεραπείαν ἐπαγαγὼν, εἰς τὴν ὑγείαν ἀποκαταστήσω. 7.197 Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐ τοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται. Ἐπεὶ οὖν συμφωνοῦσι δύο λόγοι, οἱ ἔξω τῆς ἀληθείας, κατὰ τῆς Ἐκκλησίας, ὅτε υἱὸς τοῦ Ἀρὰμ (ὁ μετέωρος λόγος, ὁ ἐπαιρόμενος κατὰ τῆς γνώσεως τοῦ Θεοῦ) καὶ ὁ υἱὸς τοῦ Ῥομελίου (ὁ λόγος ὁ ἐκ τῆς μετεώρου περι τομῆς) ὃς, προφάσει γνώσεως καὶ ἐμφάσει τῆς περὶ ὑψηλο τέρων διδασκαλίας, ἀφίστησι τῆς κατὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἀληθείας· ἐβουλεύσαντο τοίνυν οὗτοι βουλὴν πονηρὰν, ὅτι συνομιλήσαντες τοῖς ἐν τῇ Ἰουδαίᾳ, τουτέστι τοῖς ἐν τῇ ἐξομολογουμένῃ ψυχῇ (ἐξομολόγησις γὰρ Θεοῦ, ἡ Ἰου δαία μετονομάζεται) ἥντινα διὰ τῆς ἐν τῇ διαλεκτικῇ πι θανότητος ἀποστρέψωμεν πρὸς ἑαυτοὺς, ἐπαγγελλόμενοι μὴ ἄλλον τινὰ δώσειν βασιλέα, ἢ τὸν υἱὸν τοῦ Ταβεήλ, του τέστι τοῦ ἀγαθοῦ Θεοῦ· ὃν ἀγαθοῦ μὲν Θεοῦ υἱὸν λέγουσιν, ἀγαθὸν δὲ αὐτὸν οὐκ ὀνομάζουσι, πρὸς ἐπήρειαν κεχρημέ νοι τῇ τοῦ Εὐαγγελίου φωνῇ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Ὅταν οὖν ἴδῃς ἑτεροδόξους ἐπαγγελλομένους γνῶσιν, ἐπαγομένους τὴν ἐκ τῶν ἐθνῶν σοφίαν, ἐπιστρατεύοντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἐνθυμοῦ ὅτι καὶ νῦν ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου βουλεύονται βουλὴν πονηράν. Πρὸς δὲ τὴν πονηρὰν βουλὴν τοῦ (ὡς ἀποδεδώκαμεν) υἱοῦ Ἀρὰμ καὶ υἱοῦ Ῥομελίου, ταῦτά φησιν ὁ Κύριος· ὅτι ἡ μὲν τοῦ Θεοῦ βουλὴ ἕστηκε καὶ μένει, ἡ δὲ τῶν ἀγωνιζο μένων κατὰ τῆς ἀληθείας, οὐ στήσεται, ἀλλὰ πεπτωκυῖα καὶ ἀνατετραμμένη κείσεται. ∆ιότι φησί· Κεφαλὴ τοῦ Ἀρὰμ ∆αμασκὸς, καὶ ἡ κεφαλὴ ∆αμασκοῦ Ῥασίν· τουτέστιν ἡ τῶν μετεώρων κεφαλὴ ἐναγής τίς ἐστι καὶ αἵματος πλήρης (ἐπεί περ ἡ ∆αμασκὸς ἑρμηνεύεται αἷμα σάκκου). Σάκκος μὲν οὖν σύμβολόν ἐστι μετανοίας· ὁ δὲ ἐν αἵματι πεφυρμένος, οὐκ ἔστι καθαρός. ∆ύναται οὖν λαμβάνεσθαι εἰς τὴν νομιζομένην μετάνοιαν, οὐκ οὖσαν δὲ ἀληθινὴν μετάνοιαν, διὰ τὸ μὴ ἐν ὑγιέσι δόγμασι γεγενῆσθαι. Κεφαλὴ δὲ πάλιν ∆αμασκοῦ, τῆς μὴ καθαρᾶς μετανοίας, ἀλλὰ πεφυρμένης ἐν ταῖς πρὸς θάνατον ἁμαρτίαις, ὁ Ῥασὶν λέγεται, σύμβολον ὢν καὶ αὐτὸς οὐδενὸς ὑγιοῦς, οὐδὲ καθαροῦ δόγματος. 7.198 Ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἔτη (φησὶν) ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ· καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς