1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

103

τοῦ Ῥομελίου. Ἔστιν οὖν ἡ βασιλεία τοῦ Ἐφραῒμ ἑτεροδόξων τις ἐπικρά τεια, διὰ τὸ ἐκ τοιαύτης φυλῆς εἶναι τὸν ἀποσχίσαντα τὸν Ἰσραὴλ ἀπὸ τοῦ Ἰούδα. Κεφαλὴ οὖν τοῦ Ἐφραῒμ ἡ Σομόρων, τουτέστιν ἡ Σαμάρεια. Καὶ ἡ Σαμάρεια δὲ ἐχθρῶν τινών ἐστι χώρα, τῶν παραχαραξάντων τὸν ὑγιαίνοντα λό γον, διὰ τὸ ἀποκλῖναι τοὺς Σαμαρείτας ἀπὸ τοῦ Ἰουδαϊσμοῦ. Ὥσπερ δὲ τῆς Συρίας ἦν κεφαλὴ ∆αμασκὸς, ∆αμασκοῦ δὲ κεφαλὴ ὁ Ῥασίν, οὕτω Σαμάρεια μὲν κεφαλὴ τοῦ Ἐφραῒμ, Σαμαρείας δὲ κεφαλὴ ὁ υἱὸς τοῦ Ῥομελίου. Κακῶν τινες ἐπιτάσεις καὶ ὑπερβολαὶ διὰ τοῦ λόγου ἡμῖν παραδίδονται, ὥστε μὴ εἶναι δυνατὸν τὴν παρὰ τῶν τοιούτων συμφωνίαν ἐπικρατῆσαι, μηδὲ ἰσχύν τινα ἔχειν κατὰ τῶν οἷς ἐπιβου λεύειν ἐπιχειροῦσι. Καὶ ἐὰν μὴ πιστεύητε, οὐδὲ μὴ συνῆτε. Πιστεῦσαι μέντοι δεῖ τοῖς Γράμμασιν, ὡς περιέχουσι θεῖον νοῦν, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὴν τῶν ἐγγεγραμμένων σύνεσιν. ∆εῖ γὰρ ὑπερβάν τας τοὺς τύπους, οὕτω καταλαβεῖν τὴν τῶν ἐνδειχθέντων ἡμῖν ἀλήθειαν. Πρότερον γὰρ δεῖ ἁπλῇ πιστεύειν πίστει ταῖς Γραφαῖς, ὅτι θεόπνευστοι καὶ ὠφέλιμοι· ἔπειτα λεπτῶς καὶ ἐξεταστικῶς τὸν ἐναποκείμενον αὐταῖς νοῦν διερευνᾶσθαι. 7.199 Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου εἰς βάθος, ἢ εἰς ὕψος. Ἐν μὲν τοῖς κατόπιν διὰ τοῦ Ἡσαΐου διδάσκεται, ἃ χρὴ ποιεῖν ὁ Ἀχὰζ, φυλάσσεσθαι τοῦ ἡσυχάζειν καὶ μὴ δειλιᾷν ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων. Νυνὶ δὲ, ὡς τὴν διὰ τοῦ Προφήτου διδασκαλίαν εὐπειθῶς ὑποδεξάμενος, αὐ τὸς ἀξιοῦται τῶν θείων χρηματισμῶν· Προσέθετο γὰρ Κύριος αὐτῷ λαλῆσαι τῷ Ἀχάζ. Καὶ τάχα διδασκόμεθα, ὅτι ὁ διά τινος ὑπηρετουμένου τῷ θείῳ βουλήματι μαθητευθεὶς, ὕστε ρον προκόπτων δυνήσεται καὶ αὐτὸς ὑποδέξασθαι τοὺς τοῦ Κυρίου χρηματισμούς. Εἰσὶ μέντοι τινὲς, οἱ μὴ δι' ἀνθρώ πων πρότερον μαθητευθέντες Θεῷ, ἀρχῆθεν δεδύνηνται, ὡς καθαροὶ, χωρῆσαι τὰς ἐμφάσεις τοῦ Πνεύματος. Ὁποῖος ἦν Ἀβραὰμ καὶ Μωϋσῆς καὶ Ἠλίας καὶ Ἱερεμίας, καὶεἴ τινες ἐκείνοις παραπλήσιοι. Καὶ προσέθετο Κύριος λαλῆσαι. Ἡ προσθήκη τοῖς προά γουσι συνάπτει τὸν λόγον. Καὶ ἀκόλουθόν γε ἦν μετὰ τὴν προ φητείαν, τὴν περὶ τοῦ ἐκλείψειν τὸν Ἐφραῒμ, τουτέστι τὸν ἀποστατήσαντα Ἰσραὴλ, τότε προφητεύεσθαι, τίνα τρόπον ἐπιδημήσει διὰ τῆς ἀμιάντου Παρθένου ὁ Ἐμμανουήλ. Τί οὖν ἐστιν ὃ προστάσσει τῷ Ἀχὰζ ὁ λόγος; Αἴτησαι (φησὶ) σεαυτῷ σημεῖον παρὰ Κυρίου, τοῦ Θεοῦ σου, εἰς βάθος, ἢ εἰς ὕψος. Ἔστι μὲν οὖν σημεῖον πρᾶγμα φανερὸν, κεκρυμμένου τινὸς καὶ ἀφανοῦς ἐν ἑαυτῷ τὴν δήλωσιν ἔχον, ὡς τὸ σημεῖον Ἰωνᾶ τὴν εἰς ᾅδου κάθοδον, καὶ πάλιν ἐκ νεκρῶν ἄνοδον, παρίστησι τοῖς δυναμένοις ἐκλαμβάνειν τὸν μυστικὸν λόγον τῶν γινομένων. ∆εῖ δὲ ἀεὶ τὸ μὲν σημεῖον παρεῖναι, καὶ κατὰ τὸ ἐνεστὸς θεωρεῖσθαι· τὸ δὲ ὑπ' αὐτοῦ σημαινόμενον πρᾶγμα τοῖς τρισὶ πολλάκις συγκαταμερίζεσθαι χρόνοις· ἔστι γὰρ καὶ παρόντα παρόντων σημεῖα, ὡς ὁ ἐξιὼν ἐκ τῆς οἰκίας κα πνὸς τοῦ ἔνδον καιομένου πυρός. Ἔστι δὲ καὶ παρόντα μελλόντων, ὡς ἡ ὁρωμένη τῶν νεφῶν συνδρομὴ, τοῦ ἐσο μένου ἐπὶ τὴν γῆν ὑετοῦ. Ἔτι δὲ καὶ παρόντα παρεληλυ θότων, ὡς τὰ τῆς ἀνθρακιᾶς λείψανα τοῦ κεκαῦσθαι ἐπ' αὐτῆς τὴν πυρκαϊάν. Ἡ μέντοι Γραφὴ τὰ παράδοξα καὶ παραστατικά τινος μυστικοῦ λόγου σημεῖα καλεῖ. Τί δὲ ἂν παραδοξότερον, ἢ θειότερον ἄκουσμα, ἢ θέαμα τῆς τοῦ Θεοῦ ἡμῶν διὰ Παρθένου γεννήσεως; ∆ιὰ τοῦτο Αἴτησαι παρὰ Κυρίου, τοῦ Θεοῦ σου (ὡς οὐδενὸς ἑτέρου δυναμένου δοῦναι) τὸ εἰς βάθος, ἢ εἰς ὕψος σημεῖον. Ἔστι τοίνυν ἐν τῇ τοῦ κόσμου θέσει, τὸ μὲν φύσει λαχὸν τὴν κάτω χώραν ἡ γῆ· τὸ δὲ ἀνωτάτω πάντων τῶν ὁρωμένων, ὁ οὐρανός. Ἐπεὶ οὖν ὁ Λόγος σὰρξ ἐγένετο, ἡ προφητεία, διὰ μὲν τοῦ εἰς βάθος, τὴν γῆν σημαίνει, καὶ τὴν ἀπ' αὐτῆς λαμβανομέ νην Σάρκα· διὰ δὲ τοῦ εἰς ὕψος, τὸν ὑπερουράνιον λόγον, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, τὸν ἐν ἀρχῇ ὄντα πρὸς τὸν Πατέρα, καὶ Θεὸν ὄντα Λόγον. Ἢ τάχα βάθος σημαί νει τὰ κατώτατα τοῦ ᾅδου, ὕψος δὲ τὴν ὑπερουράνιον χώραν,