104
ὡς ὁ Ἀπόστολος ἡμῖν παρίστησι λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου «Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν»; τουτέστι Χριστὸν καταγαγεῖν· ἢ «Τίς καταβήσεται εἰς τὴν ἄβυσσον» τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἐπεὶ οὖν Ὁ καταβὰς, αὐτός ἐστι καὶ Ὁ ἀναβὰς, τὸ εἰς βάθος καὶ εἰς ὕψος σημεῖον περὶ τῆς καθόδου ἂν εἴη λεγόμενον τῆς τοῦ Κυρίου· Καὶ ὁ ἀναβὰς, αὐτός ἐστιν ὑπεράνω πάντων τῶν οὐρανῶν. 7.200 Καὶ εἶπεν Ἀχάζ· Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πει ράσω Κύριον. Ἡ μὲν τοῦ Θεοῦ δωρεὰ μεγάλη καὶ πλουσία καὶ δα ψιλής. Ὁ δὲ Ἀχὰζ, ὡς μήπω δεδιδαγμένος αἰτεῖν τὰ μεγάλα καὶ ἐπουράνια, παραιτεῖται ζητῆσαι σημεῖον, ὡς μεῖζον ὑπάρχον τῆς ἀνθρωπίνης φύσεως, ἢ ὡς παρὰ τὴν ἐντολὴν μέλλων ποιεῖν, τὴν εἰποῦσαν· Οὐκ ἐκπειράσεις Κύ ριον τὸν Θεόν σου. Ἀναγκαίως δὲ οἱ περὶ τῶν τηλικούτων λόγοι τῷ τότε κεκρατηκότι βασιλεῖ γίνονται, ἵνα δι' αὐτοῦ εἰς πάντας διαλαληθῇ τὰ προφητευόμενα. Ἡσαΐας μὲν γὰρ ἂν ἴσως ἠπιστήθη (ἢ φθόνῳ τῶν κατ' αὐτὸν ἀνθρώπων, ἢ τῇ λοιπῇ περὶ τὸν βίον ταπεινότητι) ὡς μὴ δεξάμενος τῆς ἐπιδημίας τοῦ Ἐμμανουὴλ παρὰ τοῦ Κυρίου χρηματισμὸν, ἀλλ' ἐκ τῆς ἰδίας καρδίας ἀναπλάσας τὸν λόγον. Ἀχὰζ δὲ οὕτως ἐδέξατο τὴν περὶ τῶν ἐσομένων προφη τείαν, ὡς Λάβαν, ὡς Ἀβιμέλεχ, ὡς Ναβουχοδονόσορ, ὡς Φα ραὼ, ὡς Καϊάφας τὸ τελευταῖον, οὐ διὰ τὴν τοῦ βίου ἀξίαν, ὅσον διὰ τὴν ἐκ τοῦ ἀξιώματος προσοῦσαν αὐτῷ ἀξιοπιστίαν. Οὐ γὰρ δὴ εὐλαβείᾳ τινὶ παρῃτεῖτο τὴν αἴτησιν τοῦ σημείου ὁ Ἀχάζ· εἰ γὰρ οὐκ ἦν αὐτῷ συμφέρον, οὐδ' ἂν ἐπέταξε τὴν ἀρχὴν ὁ Θεός. ∆ιὰ τοῦτο καὶ τὰ ἐπιφερόμενα μέμψιν περιέχει, τὴν εἰς τὸν Ἀχάζ· ἀποστρέψας γὰρ τὸν λόγον ἐπὶ τὸν ∆αβίδ, Ἀκούσατε δὴ (φησὶν) οἶκος ∆αβίδ· μὴ μικρὸν ὑμῖν παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς Κυρίῳ παρέχετε; ∆ιὰ γὰρ τούτων πρὸς τὸ ἀπειθὲς ἔοικε δυσχεραίνειν τοῦ Ἀχάζ. Τρανότερον δέ πως ἐμφαίνει τὴν διάνοιαν ταύτην ἑτέρα ἔκδοσις, εἰποῦσα· Μὴ ὀλίγον ἀφ' ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθεῖτε καί γε τὸν Θεόν; Πῶς δὲ Θεῷ ἀγῶνα παρέχει ἄνθρωπος, εἴπερ ἡ ἀγωνία φόβος ἐστὶ διαπτώσεως; Ἀλλὰ τοῦτο οὐχὶ πάθος περὶ τὸν Θεὸν λέγει, ἀλλὰ τὴν ἀντιδιά θεσιν τῶν ἀνθισταμένων αὐτοῦ τοῖς προστάγμασι, διὰ τῆς τοῦ ἀγῶνος προσηγορίας, παρίστησιν. 7.201 ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Καὶ μὴ αἰτουμένοις (φησὶ) δώσει. Κἂν μὴ εὑρίσκῃ τὸν τῆς ὑποδοχῆς ἄξιον, ἀλλ' ὅμως, διὰ τὴν προωρισμένην οἰκονομίαν τῆς διὰ σαρκὸς γεννήσεως τοῦ Κυρίου, αὐτὸς (φησὶ) δώσει Κύριος ὁ Θεὸς σημεῖον. Ἔδει μὲν γὰρ συνεῖναι τὸν Ἀχὰζ, ὅτι ἄλλην τὰ ἀνθρώπινα διόρθωσιν οὐκ ἐπιδέχεται, εἰ μὴ διὰ μόνης τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιδημίας, καὶ αἰτῆσαι τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον. Ἐπειδὴ δὲ αἰνάξιον ἔκρινεν ἑαυτὸν (ἀπαιδεύτως ἔχων τῆς τῶν μεγάλων καὶ οὐρανίων σημείων αἰτήσεως) διὰ τοῦτό φησι· ∆ώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον, οὐ διά τινος ὑπηρέτου καὶ διακόνου καὶ λειτουργοῦ δίδωσιν, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ· ἵν' ἐκ τούτου δηλωθῇ τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι' Ἀγγέλων, ἐν χειρὶ Μεσίτου, Μωϋσέως· τὸ δὲ σημεῖον αὐτὸς ἔδωκε τῷ οἴκῳ ∆αβίδ. ∆ίδοται δὲ οὐκέτι τῷ Ἀχὰζ, ἀλλὰ παντὶ τῷ οἴκῳ ∆αβίδ, διότι ἐκ σπέρματος ∆αβὶδ, τὸ κατὰ σάρκα, ὁ Κύριος· καὶ διὰ τοῦτο πάσῃ διέφερε τῇ συγγενείᾳ τοῦ ∆αβὶδ τὸ περὶ τῆς ἐπιδη μίας τοῦ Χριστοῦ εὐαγγέλιον. 7.202 Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἀνθίστανται οἱ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα, λέγοντες μὴ κεῖσθαι παρὰ τῷ Ἑβραίῳ τὸ Ἡ παρθένος, ἀλλ' Ἡνεᾶνις, ὡς δυναμένης νεάνιδος ὀνομάζεσθαι τῆς ἀκμαζούσης καθ' ἡλικίαν, οὐχὶ δὲ τῆς ἀπειρογάμου γυναικός. Πρὸς οὓς ῥᾳδία καὶ αὐτόθεν ἡ ἀπάντησις. Εἰ γὰρ σημεῖόν ἐστι τεραστίου τινὸς καὶ παρηλλαγμένου τὴν κοινὴν συνήθειαν τῶν ἀνθρώπων ἐπίδειξις, τί θαυμαστὸν ἦν, μίαν τῶν πολ λῶν γυναῖκα, ἀνδρὶ συνοικοῦσαν, μητέρα γενέσθαι παιδίου; Πῶς δ' ἂν καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμανουὴλ προσηγορεύετο; Ὥστε, εἰ μὲν σημεῖόν ἐστι τὸ διδό μενον,