1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

105

παράδοξος ἔστω καὶ ἡ γέννησις. Εἰ δὲ κοινὸς ὁ τρόπος τῆς γεννήσεως τοῦ παιδίου, μήτε σημεῖον λεγέσθω, μήτε Ἐμμανουὴλ προσαγορευέσθω. Ὥστε εἰ μὴ παρθένος ἡ τεκοῦσα, ποῖον τοῦτο σημεῖον; Καὶ εἰ μὴ θειοτέρα ἢ κατὰ τοὺς πολλοὺς ἡ γέννησις, πῶς ἡ τοῦ Ἐμμανουὴλ παρουσία; Ὅτι μέντοι ἡ νεᾶνις ἐπὶ παρθένων ἰδίως ὠνομάσθη, δῆλον ἐκ τῶν ἐν τῷ ∆ευτερονομίῳ οὕτως εἰρημένων· Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασά μενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μό νον, καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδὲν, ὅτι οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου· ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτόν· οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐν τῷ πεδίῳ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν. Ἡ τοίνυν βοῶσα, πρὸ τῆς φθορᾶς, παρθένος ἦν, δηλονότι. Ἴσον οὖν δύναται εἰπεῖν, ἐβόησεν ἡ παρθένος, καὶ ἐβόησεν ἡ νεᾶνις. Καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ἡ Σωμανῖτις, ἡ συνθάλπουσα τὸν ∆αβὶδ, παρθένος οὖσα καὶ ἀνδρὸς ἀπείρατος, νεᾶνις προσαγορεύεται. Εὗρον γὰρ (φησὶ) τὴν Ἀβισὰκ καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα· καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἐλειτούργει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἐκ Παρθένου τοίνυν Ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἰπούσης· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν ὁ Ἄγγελος, ὅτι Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοί. Αὕτη ὑπόδικος οὐκ ἔστι τῷ περὶ κα θαρισμοῦ νόμῳ. Γέγραπται γὰρ ἐν τῷ ∆ευτερονομίῳ, ὅτι Γυνὴ, ἥτις ἂν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Αὕτη δὲ ἐπειδὴ μὴ σπερματισθεῖσα ἐγένετο μήτηρ τοῦ Ἐμμανουὴλ, καθαρὰ καὶ ἁγία καὶ ἀμίαντός ἐστι, καὶ μετὰ τὸ γενέσθαι μητέρα, ἔτι παρθένος διαμένουσα. Ἐπειδὴ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐ τῇ ἐξ ἀνδρὸς καὶ γυναικὸς συνόδῳ παρῆλθεν εἰς γένεσιν, ἀλλ' ἐκ τῆς γῆς ἀνεπλάσθη, καὶ ὁ ἔσχατος Ἀδὰμ τὴν ἐκείνου φθορὰν ἀνακαινίζων, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα ἔλαβεν, ἵνα ἐν τῷ ὁμοιώματι γένηται τῷ τῆς ἁμαρτίας διὰ σαρκός. Ὑπὲρ δὲ τοῦ τὴν παράδοξον ταύτην γέννησιν μὴ πάντη ἄπιστον ἔχειν τοῖς δυσπαραδέκτως περὶ τὴν θείαν οἰκονομίαν διακειμένοις, ἔκτισέ τινα τῶν ζώων ὁ δημιουργὸς δυνάμενα ἀπὸ μόνου τοῦ θήλεος, χωρὶς τῆς τῶν ἀῤῥένων ἐπιπλοκῆς, ἀποτίκτειν. Τοιαῦτα γὰρ ἱστοροῦσι περὶ γυπῶν οἱ τὰ περὶ ζώων πραγ ματευσάμενοι. 7.203 Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Παιδικῇ τροφῇ χρῆται ὁ Ἐμμανουὴλ διὰ τὴν σάρκα, βου τύρῳ καὶ μέλιτι. Καὶ ὅμως ἐν τῇ τοῦ νηπίου καταστάσει ὑπάρχων, διὰ τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν τῆς ἀγαθότητος, πρὸ τῆς κατὰ τὴν ἡλικίαν τελειώσεως, ἀπειθήσει μὲν πονηρίᾳ, ἐκλέξεται δὲ τὸ ἀγαθόν. ∆ιότι ἡ μὲν ἡμετέρα φύσις ἴσην ἔχει τὴν ἐφ' ἑκάτερα ῥοπὴν, καὶ πολλάκις μὲν πρὸς τὸ πονηρὸν, πολλάκις δὲ καὶ πρὸς τὸ ἀγαθὸν ἀποκλίνει, ὡς ἐπὶ ζυγοῦ, νῦν μὲν ἐπὶ τὰ πάθη τῆς ψυχῆς καταῤῥεπούσης, νῦν δὲ πάλιν ὑπὸ τοῦ λόγου ἀνελκομένης ἐπὶ τὸ βέλτιον. Ἀλλ' οὐχὶ καὶ ὁ Κύριος οὕτως· ἀλλ' ἡ πρὸς τὸ ἀγαθὸν αὐτοῦ οἰκείωσις, εὐθὺς ἐκ πρώτης γενέσεως διεφαίνετο. Τί γὰρ γέγραπται; Ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Ἀναδραμῶν δὲ ἐπὶ τὰ ἐν Γενέσει γεγραμμένα περὶ τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, εὑρήσεις ἐκεῖ τὴν πρὸ τῆς ἁμαρτίας κατάστασιν τοῦ Ἀδὰμ παραπλησίαν οὖσαν τῇ νῦν ἀναγεγραμμένῃ· ὅτι ἐν ἀγνοίᾳ ἦν τοῦ πονη ροῦ κατὰ πεῖραν. ∆ιὸ καὶ ὁ Κύριος ἐν μὲν τῇ παιδικῇ δια θέσει τὸ ἀκέραιον καὶ ἄτρωτον ἔτι τοῦ Ἀδὰμ ἐμιμήσατο· ἐν δὲ τῷ ἀθετεῖν τὴν πονηρίαν, τὴν ἐκ τῆς παρακοῆς παρα νομίαν ἐπηνωρθώσατο. 7.204 Ἀλλ' ἐπάξει (φησὶν) ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ' ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. Ἔοικε τὰς τελευταίας ἡμέρας, μετὰ τὸ Πάθος τοῦ Κυρίου, ἐκ τῆς τῶν Ῥωμαίων πολιορκίας ἐπελθούσης τῇ Ἱερουσαλὴμ, ὁ λόγος αἰνίσσεσθαι. Μετὰ γὰρ τὴν ἐπιδημίαν τοῦ Ἐμμανουὴλ, ἐπάξει Κύριος ἐπὶ τὸν Ἀχὰζ