106
καὶ τὸν λαὸν αὐτοῦ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ' οὗ ἀπεμερίσθη τοῦ Ἰούδα, αἰχμάλωτος ἀπαχθεὶς ὑπὸ τοῦ βασιλέως τῶν Ἀσσυρίων. Ἀπέστη δὲ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ὃς πρῶτος κατῆρξε τῆς ἀποστασίας, εἰπών· Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν ∆αβὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. ∆ιὰ τοῦτο ὁ Ἐφραῒμ ἀφεῖλε τὸν βασιλέα τῶν Ἀσσυρίων ἀπὸ τοῦ Ἰούδα ἐφ' ἑαυτὸν, περιπατήσας καὶ μὴ ἐάσας ἐπικεῖσθαι σφοδρῶς τῇ πολιορ κίᾳ τῆς Ἱερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Καὶ ἐλεύσονται καὶ ἀνα παύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. Εἰς Αἴγυπτον (φησὶ) κατέβη ὁ λαός μου, παροικῆσαι ἐκεῖ· καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. ∆ιὰ τοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμανουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη, τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν τοῖς Ἀσσυρίοις, ἐξελεύσεσθαι αὐτοὺς καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους ἀναπαύσασθαι ἐν ταῖς αὐ τοφυέσι καὶ σχολαζούσαις καταδύσεσι. Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ με λίσσας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησί, τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γάρ ἐστι ζῶον ἀπὸ κόπρου τὴν γένεσιν ἔχον, ὀχληρὸν τοῖς ἀνθρώποις γένος καὶ μυσαρὸν, ὧν καὶ ἡ ζωὴ ὀχληρὰ καὶ ὁ θάνατος βδε λυκτός. Τότε μέρους κυριεύουσι τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰθιόπων ἀρχόμενος ὁ Νεῖλος, περὶ βραχὺ ἑαυτοῦ μέρος, τὸ πρὸς ταῖς ἐκβολαῖς τῆς θαλάσσης, κατοικοῦ σαν ἔχει τὴν Αἴγυπτον. Ἐν ᾧ τόπῳ πάντα τὰ τετράποδα καὶ θηρία καὶ ἑρπετὰ καὶ πτηνὰ θεοποιούμενα προσκυνεῖται. Ταύτας οὖν τὰς μυίας, τὸ ἀσθενὲς τῆς ἀντικειμένης δυνά μεως, τῷ συριγμῷ ἑαυτοῦ ἀφανίσει Κύριος, τουτέστι τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ἀφανίσει. Καὶ ἐν χώρᾳ τῶν Ἀσσυρίων τῇ μελίσσῃ. Ἔστι δὲ καὶ ἡ μέλισσα μικρὸν ζῶον καὶ ἀσθενὲς, ἀποθνῆσκον ἐν ᾧ ἀμύνεται. Ὁμοῦ τε γὰρ ἐνῆκε τὸ κέντρον, καὶ συναπέθανε τῇ πληγῇ· καὶ τὸν μὲν τρωθέντα μικρὸν ἔβλαψεν, ἑαυτὴν δὲ τῆς ζωῆς ἀπεστέρησε. Τοιαύτη τῶν πικρῶν ἀνθρώπων καὶ πνευματομάχων ἡ φύ σις, μείζονα κακούντων ἑαυτοὺς διὰ τῆς πονηρίας, ἢ ὅσοι ἂν αὐτῶν τῇ ὀργῇ περιτύχωσιν. 7.205 Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυ ρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώ γωνα ἀφελεῖ. Μετὰ τὴν γένεσιν τοῦ Χριστοῦ, πάσης τῆς ἀντικειμένης δυνάμεως, ὡς μυίας καὶ μελίσσης, τῷ πνεύματι τοῦ στό ματος τοῦ Κυρίου διασκεδασθείσης, ἐπισυναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐναναπαύσονται ταῖς αὐτοφυέσιν ὑποδο χαῖς, φάραγξι καὶ χώραις καὶ ταῖς ῥαγάσι καὶ τοῖς τοιούτοις. Τὸ δὲ Ξυρήσει Κύριος ἐν τῷ μεμισθωμένῳ ξυρῷ τοῦ βασιλέως τῶν Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα αὐτοῦ ἀφελεῖ, ἔοικεν ὁ λόγος αἰνίσσεσθαι διὰ τοῦ μεμισθωμένου ξυροῦ δύ ναμίν τινα μισθοφορικὴν, τὴν μέλλουσαν ψιλὴν ἀποδεικ νύειν τὴν Ἀσσυρίων βασιλείαν, ἥτις καὶ τὰ ἔνδοξα αὐτῆς περιαιρήσεται, τουτέστι τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ τὸν πολὺν καὶ χυδαῖον λαὸν ἐξαφανίσει, οὓς τροπικῶς ὁ λόγος τρίχας ποδῶν παρέδωκεν. Ἔπειτα μέντοι καὶ αὐτὰ τὰ τιμιώτατα καὶ τὰ τῆς ἀνδρείας σύμβολα, ἃ πώγωνα προσηγόρευσεν, ὑπὸ τοῦ ξυροῦ τοῦ μεμισθωμένου περιαι ρήσεσθαι ἀπειλεῖ. Καὶ τάχα οἱ προσέχοντες τῇ ἱστορίᾳ εὑ ρήσουσι παρὰ τῆς Ῥωμαϊκῆς δυνάμεως ταῦτα περὶ τοὺς Ἀσσυρίους γεγενημένα, ἃ ἐπὶ τῆς γεννήσεως γίνεται τοῦ Ἐμμανουήλ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφ θεὶς ἐπὶ τῆς γῆς. Ἐπειδὰν ἡ ἀνάπαυσις τῷ Ἰσραὴλ ῥυσθέντι ἀπὸ τῆς αἰχμαλωσίας γένηται, ἀτιμωθῇ δὲ ὁ ἐπι βουλεύων αὐτῷ βασιλεὺς, γυμνωθεὶς ὑπὸ τοῦ μεμισθω μένου ξυροῦ, τότε