107
(φησὶ) τοσαύτη κατὰ τὴν χώραν εὐετη ρία γενήσεται, ὥστε μίαν δάμαλιν καὶ δύο πρόβατα τῷ κεκτημένῳ δαψιλὲς χορηγεῖν τὸ γάλα· ὥστε ἔχειν αὐτὸν περιουσίαν βουτύρου, διὰ τὸ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς βουτύρῳ καὶ μέλιτι τρέφεσθαι. Τάχα δὲ εὐπρε πέστερον ὑψηλοτέραις ἐννοίαις τὰς περὶ τῶν ζώων διδασκα λίας ἐκδέχεσθαι. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, ὅτι θρέψει ἕκαστος τὸ φιλόπονον καὶ γεωργικὸν τῆς ψυχῆς, δάμαλιν εἶπε, τὸ γεωργικὸν καὶ συνεργὸν ἡμῖν ζῶον· καὶ ἀντὶ τοῦ ἡμέρου καὶ ἐπιεικοῦς καὶ εὐμεταδότου ἤθους, πρόβατα τροπικῶς προσ ηγόρευσε. ∆ιότι, ὥσπερ ἀπὸ τοῦ ζώου τούτου ἡ ὕλη τῆς σκέπης ἡμῖν ὑπάρχει, οὕτως ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν περιβολῆς ἡ ζωὴ τῶν σπουδαίων κατακοσμεῖσθαι πέφυκεν. Ἐπεὶ οὖν καὶ τρέφεται πνευματικῶς καὶ κεκόσμηται, διὰ τοῦτο θρέψει δάμαλιν καὶ δύο πρόβατα. Βούτυρον καὶ μέλι τὰ εἰσαγωγικὰ εἰς τὴν θείαν διδασκα λίαν διδάγματα λέγει· διότι πρῶτον ἀνθρώπου τροφὴ, βού τυρον καὶ μέλι ἐπινενόηται. Ὅταν δὲ τούτοις αὐτάρκως τραφῇ, μετὰ τὸ στοιχειωθῆναι, τότε ὑπερβὰς τὰ ἐπὶ τῆς γῆς, στερεωτέρας καὶ μείζονος καὶ ἀνδράσι πρεπούσης τροφῆς μεταλήψεται, τοῖς πνευματικοῖς μαθήμασιν ἑαυτὸν ἐπιδούς. 7.206 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πᾶν ὄρος ἀρο τριώμενον ἀροτριωθήσεται. Οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ, ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης, βόσκημα προβά του καὶ καταπάτημα βοός. Ὥς γε ἐν τόποις δυσθεωρήτοις, ἡγούμεθα μὴ πάντη ἀπᾴ δουσαν διήγησιν εὑρηκέναι. Ὅρα τοίνυν, εἰ δύνασαι τοιαύτην διάνοιαν περὶ τῶν ῥητῶν ἐκλαβεῖν, ὡς ἄρα μὲν οἱ ἐκ περιτομῆς ἦσαν αἱ χίλιαι ἄμπελοι χιλίων σίκλων. Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρε καὶ, ἐκβαλὼν ἔθνη, κατεφύτευσεν αὐτήν· ἥτις, εὐθηνήσασα πρότερον, ὕστερον ἠμελήθη διὰ τὸ στραφῆ ναι αὐτὴν εἰς πικρίαν· καὶ καθῃρέθη μὲν αὐτῆς ὁ φραγμὸς, ἐγένετο δὲ εἰς διαρπαγὴν τοῖς παραπορευομένοις. Ἐκεῖναι τοίνυν αἱ ἄμπελοι αἱ πολύφοροι ἐγένοντο εἰς χέρσον καὶ ἀνακανθῶνας, ὅτε μετὰ μυρίων βελῶν καὶ τοξευμάτων ὁ πολέμιος αὐτοῖς ἐπῆλθε στρατὸς, τὴν ἐρημίαν ἐπάγων. Ὄρη δὲ ἀροτριώμενά εἰσιν αἱ εἰς Χριστὸν πεπιστευκυῖαι ψυχαί· πρότερον μὲν ἔρημοι καὶ ἀγεώργητοι, διὰ τοῦτο ἐχέρ σευον καὶ ἠκανθοφόρουν πρὸ τῆς Χριστοῦ ἐπιδημίας· ἐπειδὴ δὲ ἦλθεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν καὶ ἐκάλεσε τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, διὰ τοῦτο οἱ μὲν ἐν περιτομῇ, ἀπολέσαντες τὸ εὐθαλὲς καὶ τὸ ἔγκαρπον, εἰς χέρσον μετέ βαλον. Τὸ δὲ ἀπὸ τῶν ἐθνῶν σύστημα, ὅπερ ὄρος ὠνόμασται ἀροτριώμενον, ἀροτριᾶται, ἀπαλλαγὲν πάσης δειλίας καὶ τοῦ ἀπὸ τῶν πολεμίων φόβου. Ὄρος οὖν, ἡ ὑψωθεῖσα ὑπὸ τῆς τοῦ Χριστοῦ διδασκαλίας ψυχή. Ἐπεὶ οὖν ἦλθεν ὁ Κύριος, ἐξεκλάσθη μὲν ὁ Ἰσραὴλ, κατεφυτεύθη δὲ τὰ ἔθνη, ἵνα τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία πᾶσιν οἰκονομηθῇ, καὶ ἀδεῶς τοῖς ὄρεσι τούτοις καὶ πρόβατα καὶ βόες ἐννεμό μενα, ἄφθονον τὴν παρ' ἑαυτῶν ὠφέλειαν παρέχωνται. ∆η λονότι πρόβατα οἱ χρηστότεροι τὰ ἤθη, βόες δὲ, οἱ πρὸς τὴν ἐργασίαν τῶν ἀναγκαίων φιλοπονώτεροι.
8.t ΚΕΦΑΛΑΙΟΝ ηʹ
8.207 Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Καὶ μάρ τυρας ποίησαι πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν, τὸν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Καὶ εἶπέ μοι Κύριος· Κά λεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνό μευσον. ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν