1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

108

∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμα ρείας ἔναντι βασιλέως Ἀσσυρίων. ∆όξει ἕτερον προσταχθεὶς ὁ Προφήτης, ἕτερον πεποιηκέναι· τί γὰρ κοινὸν ἔχει τὸ Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, πρὸς τὸ ἐπιφερόμενον, ὅτι Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν; Εἴποι ἂν οὖν τις, ὅτι οὐχὶ ἀπόδοσίς ἐστι τοῦ προάγοντος τὸ ἐπιφερόμενον, ἀλλὰ ἀπὸ ἰδίας ἀρχῆς παρα δίδοται, ἐκείνου περιγεγραμμένου. Εἰ γὰρ καὶ μὴ πρόσκειται, ὅτι ἔλαβε τόμον τοῦ καινοῦ καὶ μεγάλου, ἀλλὰ προσυπα κούεται, ὅτι ἐποίησε τὸ προστεταγμένον. Ἀπὸ ἑτέρας δὲ ἀρχῆς νοεῖται τὸ Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν. Εἰ μὲν γὰρ ἀντέλεγε τῷ προστάγματι ὁ Προφήτης, ἐγράφη ἂν ἡ ἀντιλογία, ὡς ἐπὶ τοῦ Ἰεζεκιὴλ, παραιτου μένου τὸ ἐπὶ βολβίτων ἀνθρωπίνων ὀπτηθέντα ἐσθίειν τὸν ἄρτον, Ἐκεῖ γὰρ ἀρνεῖται, λέγων· Μηδαμῶς, Κύριε, Θεὲ τοῦ οὐρανοῦ, εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον. ∆ιὰ τοῦτο συνεχωρήθη αὐτῷ ἐν βολβίτοις βοῶν ποιῆσαι τοὺς ἄρτους. Ἐνταῦθα μέντοι ἐπειδὴ ἀπαγόρευσις οὐκ ἔστιν, ἡ σιωπὴ δηλονότι τὴν συγκατάθεσιν δείκνυσιν· εἰ δὲ οὐ μεμαρτύρη ται ποιήσας τὸ προστεταγμένον. Ὥσπερ ὁ Ὠσηέ· Βάδιζε γὰρ (φησὶ) λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορ νείας· εἶτα μαρτυρῶν αὐτῷ ὁ λόγος, ὡς πεποιηκότι τὸ προσ τεταγμένον, ἐπιφέρει· Καὶ ἐπορεύθη καὶ ἔλαβε τὴν Γομὲρ, θυγατέρα ∆εβηλαίμ. Ἀλλαχοῦ δὲ εὑρήσομεν προστάγματα μὲν ἐκφωνηθέντα, τὸ δὲ ἔργον μὴ μαρτυρούμενον μὲν γε γενῆσθαι, νοούμενον δὲ παρ' ἡμῶν, διὰ τὸ εὐπειθὲς τῶν ἐπιτεταγμένων, ὡς ἐπὶ τοῦ Ἰεζεκιήλ· Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν· καὶ πάλιν· Κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν. Οὐ γὰρ ἐπενήνεκται ὅτι ἐκοι μήθη ἐπὶ τὸ δεξιὸν πλευρὸν, ἢ τὸ ἀριστερὸν, ἀλλὰ παρασε σιώπηται· νοεῖται δὲ παρ' ἡμῶν ἡ ὑπακοὴ τοῦ Προφήτου. Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν ἀπολογήσασθαι περὶ τοῦ ἐπαπορηθέντος ἡμῖν, ὅτι οὐχὶ ἕτερον προσταχθεὶς, ἄλλο ἐποίησεν· ἀλλ' ἐκεῖνο τελέσας, ἀπὸ ἑτέρας ἀρχῆς τὰ περὶ τῆς Προφήτιδος ἡμῖν διαλέγεται. 8.208 Μήποτε δὲ τύπος ἐστὶν ὁ τοῦ Καινοῦ καὶ μεγάλου τόμος τῆς Καινῆς καὶ μεγάλης ∆ιαθήκης, γραφίδι ἀνθρώ που γεγραμμένης, διὰ τὸ λέξει ἀνθρωπίνῃ καὶ ἀκούεσθαι δυναμένῃ παρὰ τῶν πολλῶν, γεγράφθαι τοῦ Εὐαγγελίου τὰ ῥήματα. Ἐν ᾧ γέγραπται τὸ ὀξέως προνομὴν ποιῆ σαι σκύλων, διότι ταχεῖα γέγονε καὶ ἀστραπῆς ὀξυτέρα πάσης, ἡ τοῦ Εὐαγγελίου διδασκαλία, ἐπὶ τὰ πέρατα τῆς οἰκουμένης διικνουμένη, καὶ σκυλεύουσα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀντιμε θιστῶσα τοὺς αἰχμαλωτισθέντας. Προνομὴ δέ ἐστιν ἡ τῶν σκύλων διανομή, ὅπερ τοῖς ἐπιμεληταῖς τοῦ τῶν ἀνθρώ πων γένους Ἀγγέλοις διέδωκεν ὁ Θεὸς, εἰς φυλακὴν καὶ σωτηρίαν. ∆ιὰ τοῦτο γέγραπται, ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ τὸ Εὐαγγέλιον· τὸν πάλαι προσδοκώ μενον ἐξ οὐρανοῦ, τοῦτον παρόντα ἡμῖν εὐαγγελίζεται. Μάρτυρες δὲ τῶν γραφομένων ἐν τῷ Εὐαγγελίῳ ἔστωσαν (φησὶν) Οὐρίας καὶ Ζαχαρίας. Ἔστι δὲ ὁ μὲν Οὐρίας ἱερεὺς, συμβολικῶς χαρακτηρίζων τὸν διὰ Μωϋσέως παραδεδομέ νον νόμον· ὁ δὲ Ζαχαρίας, Προφήτης. Μαρτυρούμενον δὲ ὑπὸ τοῦ νόμου καὶ τῶν Προφητῶν συνίσταται τὸ Εὐαγγέ λιον. Ἑρμηνεύεται δὲ ὁ μὲν Οὐρίας, φωτισμὸς Θεοῦ· ὁ δὲ Ζαχαρίας, μνήμη Θεοῦ· υἱὸς δὲ Βαραχίου, τῆς εὐλογίας τῆς τοῦ Θεοῦ. Τίνας οὖν ἔπρεπεν εἶναι πιστοὺς ἀνθρώπους μάρτυρας; Εἴ τίς ἐστι πεφωτισμένος ἀπὸ Θεοῦ, καὶ μνή μην ἔχων διηνεκῆ Θεοῦ. 8.209 Τί οὖν ἐστι τὸ Καὶ προσῆλθον πρὸς τὴν Προφῆτιν; τουτέστιν· ἤγγισα, τῷ πνεύματι καὶ τῇ προγνώσει τῶν ἐσομένων, τῇ Προφήτιδι. Κατέλαβον γὰρ καὶ οἱονεὶ ἐπλη σίασα τῇ κατανοήσει τῇ προφητικῇ, καὶ εἶδον αὐτῆς τὴν σύλληψιν πόῤῥωθεν, προενατενίσας τῷ χαρίσματι τῆς προ φητείας, ὅτι ἔτεκεν υἱὸν, περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Καλέ σεις τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, Ὀξέως προνό μευσον. Ταχέως ἐσκύλευσε τὸν ἰσχυρὸν, τὸν φυλάσσοντα ἑαυτοῦ τὰ