1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

109

κτήματα, τοὺς ὑπὸ τῆς ἁμαρτίας πεπραμένους καὶ κατεχομένους ἐν τοῖς δεσμοῖς τοῦ θανάτου. Ἐσκύλευσε μὲν ἐκεῖνον, προενόμευσε δὲ ταῖς ἰδίαις δυνάμεσι, διαδοὺς τοὺς πιστοὺς πρὸς φυλακὴν καὶ φρουρὰν τοῖς ἁγίοις Ἀγγέ λοις, περὶ ὧν καὶ αὐτὸς λέγει, ὅτι Οἱ Ἄγγελοι ὑμῶν διὰ παν τὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν τοῖς οὐ ρανοῖς. Οὗτος γάρ ἐστιν ὁ ὀξέως προνομεύσας, περὶ οὗ γέ γραπται· Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔλαβε δόματα ἐν ἀνθρώποις. Ὅτι δὲ Προφῆτις ἡ Μαρία, ᾗ προσῆλθε κατὰ τὸν προσεγ γισμὸν τὸν διὰ τῆς γνώσεως ὁ Ἡσαΐας, οὐδεὶς ἀντερεῖ, με μνημένος αὐτῆς τῶν ῥημάτων, ἃ προφητικῶς ἀπεφθέγξατο. Τί γάρ φησι; Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλ λίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ, τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Καὶ ὅλοις γε, ἐπιστήσας τοῖς ῥήμασιν αὐτῆς, οὐ διστάσεις αὐτὴν εἰπεῖν καὶ Προφῆτιν. ∆ιότι Πνεῦμα Κυρίου ἐπῆλθεν ἐπ' αὐτὴν καὶ δύ ναμις Ὑψίστου ἐπεσκίασεν. Ὅπερ οὖν προσετάχθη γράψαι ἐν τῷ τόμῳ τούτῳ, πλησιάσας τῇ Προφήτιδι, γενηθὲν ἐθεώρησεν. Ἐκεῖ γὰρ εἴρηται· Γράψον γραφίδι ἀνθρώπου, ὀξέως προνομὴν ποιῆσαι σκύλων· ἐνταῦθα δὲ, μετὰ τὸ εἰπεῖν, ὅτι Ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, γέγραπται τὸ Καὶ εἶπε Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ὥστε διαφόροις λέξεσι καὶ ἐπινοίαις τὸ αὐτὸ λέγεται· ἐν τῷ Λάβε σεαυτῷ τόμον, καὶ ἐν τῷ Προσῆλθον πρὸς τὴν Προφῆτιν. Καὶ οὐδὲν ἀκατάλληλον ἔχει ἡ ἐπαγωγὴ πρὸς τὸ προκείμενον. Οὗτος δὲ καὶ ἔλαβε δύναμιν ∆αμασκοῦ, ὁ ἐκ τῆς Προφήτιδος γεγεννημένος, καὶ τὰ σκῦλα τῆς Σα μαρείας. ∆ύναμις ∆αμασκοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες· σκῦλα δὲ Σαμαρείας, οἱ ἀπὸ περιτομῆς πεπιστευκότες. ∆ιότι ∆αμασκὸς μὲν μητρόπολις τῆς Συρίας, Σαμάρεια δὲ τοῦ Ἰσραήλ. Πλὴν τὰ προστάγματα καὶ τὰ ἀνδραγαθήματα τοῦ ἐκ τῆς Προφήτιδος γεννηθέντος, ἀντὶ ὀνομάτων αὐτῷ ἐπι τίθεται παρὰ τοῦ Κυρίου, ὡς καὶ τὸ Ἰησοῦς ὄνομα παρὰ τὴν σωτηρίαν, τὴν ἀπὸ Θεοῦ ἡμῖν δεδομένην ἐφηρμόσθη τῷ Κυρίῳ· Καλέσεις γὰρ (φησὶ) τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 8.210 Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· ∆ιὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ, τὸ πορευό μενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥασὶν καὶ τὸν υἱὸν Ῥομελίου, βασιλέα ἐφ' ὑμῶν, διὰ τοῦτο ἀνάγει ἰδοὺ Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Τίνα ἔχει λόγον, τὸν Θεὸν τῶν ὅλων, ἕνεκεν ὕδατος τοῦ ἐν τῷ Σιλωὰμ, τοιαῦτα ἀπειλεῖν τῷ λαῷ; Πῶς δὲ καὶ οὐ βούλεται ὁ λαὸς τὸ ὕδωρ τοῦ Σιλωὰμ, οὔτε νοσο ποιὸν ἱστορούμενον, οὔτε ἄλλην τινὰ βλάβην τοῖς χρωμέ νοις παρεχόμενον; Εἶτα καὶ τίς ἡ ἀκολουθία, τὸν μὴ βου λόμενον τὸ ὕδωρ τοῦ Σιλωὰμ, βούλεσθαι τὸν Ῥασὶν καὶ τὸν υἱὸν τοῦ Ῥομελίου; Τίς γὰρ κοινωνία ὕδατι ἀψύχῳ, πρὸς βασιλέα, κρατοῦντα καὶ ἄρχοντα τῶν ὑπηκόων; Ἀλλὰ τροπικῶς ἀκουστέον τοῦ Σιλωὰμ, ἑρμηνευομένου κατὰ τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἀπεσταλμένου. Οὕτω γὰρ ἑρμηνεύεται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ὕπαγε, νίψαι ἐν τῷ Σιλωὰμ, ὅ ἐστιν ἀπεσταλμένος. Τίς οὖν ὁ ἀπεσ ταλμένος, καὶ ἀψοφητὶ ῥέων, ἢ περὶ οὗ εἴρηται· Κύριος ἀπ έστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ; Καὶ πάλιν· Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουστὴ γενήσεται ἡ φωνὴ αὐτοῦ ἐν ταῖς πλατείαις. Οἱ τοίνυν μὴ δεχόμενοι τὸν ἐξ οὐρανῶν Ἀπεσταλμένον, ὑπερορῶντες μὲν αὐτοῦ τῆς πραότητος, ἐπι σπώμενοι δὲ ἑαυτοῖς τὸν υἱὸν τοῦ Ῥομελίου, τουτέστι λό γον ψευδοδοξίαν περιέχοντα, ἐπαγγελλόμενον δὲ κατὰ τὰς θείας ἀποδείκνυσθαι Γραφάς· καὶ τὸν Ῥασὶν, ὅστις ἑρμη νεύεται μετέωρος, καὶ τὸν