1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

111

οὖν γνῶτε τὴν ἀλήθειαν, τὰ ἔθνη, καὶ εὐθὺς ἡττηθήσεσθε τὴν σωτήριον ὑμῖν ἧτταν. Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Τίνων ἐπακούσατε; Τῶν καταγγελλόντων ὑμῖν τὸ Εὐαγγέλιον· Εἰς πᾶσαν γὰρ (φησὶ) τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἰσχυκότες, ἡττᾶσθε, ἀπό θεσθε τὴν ἰσχὺν τοῦ σώματος, ἀναλάβετε τὴν ἀσθένειαν τῆς σαρκὸς, ἵνα ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειωθῇ. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Ἐάν σοί ποτε ἐπαναστῇ τὸ φρόνημα τῆς σαρκὸς, σπούδασον αὐτὸ δουλαγω γῆσαι καὶ καταπαλαῖσαι καὶ ὑποτάξαι τῷ πνεύματι. Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον, ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ Θεός. ∆ιότι ἀπολεῖ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνε τῶν ἀθετήσει. Βουλὴν οὖν ἀνθρωπίνην καταργεῖ ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος, καὶ λόγον ἀνθρώπινον ἀθετεῖ ὁ Θεὸς Λόγος. Ὧν οὐδὲν ὑμῖν (φησὶν) οὐ μὴ ἐμμείνῃ· διότι μεθ' ἡμῶν ὁ Θεός. Χρήσιμον δὲ ἐν καιρῷ διωγμοῦ θαῤῥοῦντας λέγειν τοῖς ἔθνεσι τὸ Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Πολλάκις γὰρ ἐπαναστάντες τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, πολλάκις κατέπεσον. Ὥσπερ γὰρ οἱ τῇ προσθήκῃ τῆς ὕλης τῆς καιομένης ἐπὶ τὸ μεῖζον αἴροντες τὴν φλόγα, οὕτως ἀεὶ οἱ καθελεῖν τὴν Ἐκκλησίαν σπουδάσαντες, διὰ τῶν διωγμῶν αὐτὴν εἰς μείζονα δόξης προήγαγον καὶ δυνάμεως. 8.213 Οὕτω λέγει Κύριος· Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες· μήποτε εἴπητε σκληρόν· πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστι. Τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε, οὐδὲ μὴ ταραχθῆτε. Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φό βος· κἂν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα· καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε, οὐδὲ ὡς πέτρας πτώματι. Μετὰ τὸ εὐαγγελισθῆναι τὸν λόγον περὶ τῆς τοῦ Ἐμ μανουὴλ παρουσίας καὶ οἱονεὶ ἐπὶ τῇ νίκῃ, τῇ κατὰ τῶν ἐθνῶν ἐκείνην τὴν φωνὴν ἀφεθῆναι (τὸ Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· μεθ' ἡμῶν ὁ Θεός) τοῦτο ἐπάγει ὁ λόγος, κατακρί νων τὰ ἔθνη, ὅτι Ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρί. Χεὶρ δὲ ἰσχυρὰ, ἡ δύναμις ἡ τῶν ὄντων δημιουργικὴ, ἀφ' ἧς συνέστη πᾶσα ἡ κτίσις τῶν ὁρωμένων καὶ τῶν ὑπὲρ τὰ ὁρώμενα. ∆ύο γάρ εἰσι τρόποι, δι' ὧν εἰς ἐπίγνωσιν Θεοῦ καὶ ἐπιμέ λειαν ἑαυτῶν ἐναχθῆναι δυνάμεθα· ἢ ἐκ τῶν φυσικῶν ἐννοιῶν, διὰ τῶν ὁρωμένων πρὸς τὸν ποιητὴν ἀναβαίνοντες, ἢ ἐκ τῆς διὰ τοῦ νόμου ἡμῖν δεδομένης διδασκαλίας. Οὗτοι δὲ φαίνον ται καὶ τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦντες, τουτέστιν ἐκ τῶν κτι σμάτων μὴ ἐναγόμενοι πρὸς τὴν τοῦ ποιήσαντος κατανόησιν, καὶ τῇ πορείᾳ, τουτέστι τῇ ὁδῷ. Ὁδὸς δὲ ἤτοι ὁ Κύριος, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. Ὁ αὐτὸς δὲ καὶ χεὶρ Θεοῦ καὶ δεξιά. Ἡ δεξιὰ γὰρ σοῦ (φησὶ) Κύριε, δεδόξασται ἐν ἰσχύϊ· καὶ Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Οὐκοῦν κα τηγοροῦνται οἱ μὴ πιστεύοντες εἰς τὸν Κύριον. Ἢ πορείαν λέγει νῦν τὴν ὁδὸν τοῦ βίου τούτου, τὴν κατὰ τὸν νόμον ἡμῖν διατεταγμένην. Ὅτι γὰρ ὁδὸς ἡ διδασκαλία λέγεται, πολ λαχόθεν ἐστὶ γνώριμον, τοῦ Κυρίου τυφλοὺς ὁδηγοὺς τοὺς διδασκάλους τοῦ νόμου προσαγορεύοντος. Καὶ Ἐν τῇ ὁδῷ τῶν μαρτυριῶν σου ἐτέρφθην. Καὶ Ἐν τῇ ὁδῷ σου ζήσομαι. Καὶ Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Καὶ ἁπαξαπλῶς πλήρης ἐστὶν ἡ Γραφὴ, ὁδοιπορίαν τινὰ τὴν διὰ τοῦ νόμου προκοπὴν ἐπὶ τὴν τελείωσιν τῆς ψυχῆς ὀνομάζουσα. Καὶ τὴν αἰτίαν ἐπήγαγε τῆς ἀπειθείας· οὐ δέχονται (φησὶ) τὰ προστάγματα τῆς ὁδοῦ, οἷς κέχρηται ὁ λόγος· ἀλλ' ἀπει θοῦσιν αὐτοῖς, τὸ σκληρὸν τῶν διατεταγμένων μὴ φέροντες. 8.214 Ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ οἱ Ἰουδαῖοι, μὴ ἀνασχόμενοι τῶν τοῦ Κυρίου διδαγμάτων, ἔλεγον· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Σκληρὸν τῷ πόρνῳ τὸ σωφρονεῖν, σκληρὸν τῷ μεθύσῳ τὸ ἐγκρατεύεσθαι· σκληρὸν τῷ λοιδόρῳ τὸ εὐλογεῖν· καὶ ὅλως παντὶ τρα χήλῳ ἐλευθεριάζειν ἐπιθυμοῦντι σκληρὸς ὁ ζυγὸς τοῦ νόμου φαίνεται, διὰ τοῦτο πολλοὶ (οἱ ἐπὶ τὴν ἀπώλειαν φερόμενοι, διὰ τὸ λεῖον καὶ πλατὺ τῆς ὁδοῦ) ὀλίγοι δὲ,