112
οἱ ἐπὶ τὴν βα σιλείαν, τὸ τραχὺ καὶ ἐπίπονον τοῦ κατ' ἀρετὴν βίου μὴ φέροντες. Ἡ μὲν γὰρ κακία δελεάζει τῷ λείῳ τῆς ἡδονῆς· ἡ δὲ ἀρετὴ σκληραγωγίαις καὶ πόνοις ἐκτραχύνει τὸν βίον τῶν ἀσκουμένων· ∆ιὰ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Σκληρὰς ὁδοὺς λέγει τὰς ἐπὶ τὸν καταρτισμὸν τῶν ψυχῶν ἡμῶν δεδομένας ἡμῖν Ἐντολάς. Τί σκληρότερον τοῦ, λαβόντα πληγὴν κατὰ σιαγόνος, στρέ ψαι αὐτῷ καὶ τὴν ἄλλην; τοῦ ἀποστερούμενον, μὴ ἀπαιτεῖν; τοῦ ἑλκόμενον εἰς δικαστήριον ... ἐπαποδύεσθαι καὶ τὸν χι τῶνα; λοιδορούμενον εὐλογεῖν; βλασφημούμενον παρακαλεῖν; μηδένα μισεῖν; ὑπὲρ τῶν διωκόντων προσεύχεσθαι; Ἀλλὰ ταῦτα τὰ σκληρὰ τὸν ἁπαλὸν ἡμῖν κόλπον τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ εἰς ἀνάπαυσιν εὐτρεπίζει. Μακάριοι γὰρ οἱ πεν θοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Καὶ σχεδὸν πᾶσα ἡ ἐνταῦθα κακοπάθεια πρόξενός ἐστι τῶν αἰωνίων ἀγαθῶν. ∆ιὰ τοῦτο Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Σπέρμα γὰρ ἔσται τῶν μελλόντων ἀγαθῶν αἱ νῦν, διὰ τὸν τοῦ Θεοῦ νόμον ἐγγινόμεναι, θλίψεις. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. Ἀπειθοῦσιν οὖν τὰ ἔθνη τῇ πορείᾳ τοῦ λαοῦ, λέγοντες· Μήποτε εἴπητε σκληρόν. Πᾶν γὰρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν. Ἐξέτασον οὖν τοὺς τοῖς εἰδώλοις προσκαθεζομένους, τίνος ἕνεκεν οὐ προσέρχονται τῇ διδασκαλίᾳ τοῦ κηρύγματος. Ὁμολογοῦσι γὰρ αὐτῶν οἱ εὐγνωμονέστεροι, ὅτι τὸ αὐστηρὸν οὐχ ὑποφέ ρουσιν. 8.215 Εἶτα ἐπάγει· Τὸν δὲ φόβον αὐτοῦ μὴ φοβηθῆτε. Τοῦτο δὲ διχῶς νοεῖται· καὶ γὰρ τοῖς ἔθνεσι λέγει, μὴ φο βεῖσθε τὸν φόβον, ὃν νῦν ἀπαιδεύτως φοβοῦνται, μὴ ἐπιδι δόντες ἑαυτοὺς τῇ ἀσκήσει τῶν βελτιόνων· ὡσανεὶ ἔλεγε· μὴ φοβοῦ τὴν σωφροσύνην, μὴ φοβοῦ τὴν ἀνδρίαν· μὴ φοβοῦ τὴν εὐσέβειαν, μηδεμίαν τῶν ἀρετῶν φοβηθῇς. Ἥμεροί εἰ σιν, εὐπρόσιτοι, ἀγαθῶν παρεκτικαὶ, ζωῆς πρόξενοι. Ἢ, μεταστρέψας τὸν λόγον, πρὸς τὸν λαὸν ἀποτείνεται· ὅτι ἐκεῖνοι μὲν ταῦτα περὶ ὑμῶν ὑπειλήφασι, τὴν πρὸς ὑμᾶς ἕνωσιν διὰ τῆς τοῦ νόμου πορείας μὴ καταδεχόμενοι. Ὑμεῖς δὲ μὴ φοβηθῆτε τὰς καθ' ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν, ἀλλὰ, νοήσαντες τὸν Κύριον, ἁγιάσατε αὐτόν. Καὶ αὐτὸς ἔσται σου φόβος. Μέγιστον εἰς τελείωσιν, πεπαιδευμένως φοβεῖ σθαι καὶ μὴ πάντα καταπτήσσειν, μηδὲ ψοφοδεεῖς εἶναι, τὰ ἀδεᾶ δεδοικότας. Καταγινώσκει γὰρ τῶν τοιούτων ὁ ψαλμὸς, λέγων· Ἐκεῖ φοβηθήσονται φόβῳ, οὗ οὐκ ἦν φόβος. Κύριον οὖν ἁγίασον. Καὶ αὐτὸς ἔσται σου φόβος. Ἐκείνου τὴν παρουσίαν ἐκδέχου, ἐκείνου φοβοῦ τὸ κριτήριον. Φοβερὸς ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· φοβερὸς ὁ ἐν φωνῇ σάλπιγγος μετὰ ἁγίων Ἀγγέλων ἐπι δημεῖν μέλλων ἐξ οὐρανῶν· φοβερὸς, οὗ ἡ ἀπόφασις κό λασις αἰωνία. Ἐὰν οὖν ᾖς πεποιθὼς ἐπὶ Κύριον, οὐ συναν τήσεις αὐτῷ, ὡς λίθου προσκόμματι, οὐδὲ ὡς πέτρας πτώ ματι. Σαφῶς ὁ λόγος εἰς τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν προσκαλεῖται πίστιν. Περὶ τούτου γὰρ εἴρηται, ὅτι Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου. Οἱ τυφλοὶ καὶ μὴ δυνάμενοι τὰ ἐν ποσὶ καθορᾷν, προσπταίουσι τοῖς λίθοις· καὶ οἱ μὴ ἠσφαλισμένοι τὰς βάσεις, περιολισθαί νουσι ταῖς πέτραις. Ὁ τοίνυν μηδεμίαν ἐπιμέλειαν τοῦ διορατικοῦ τῆς ψυχῆς ποιησάμενος, μηδὲ διὰ τῆς διδασκα λίας τῶν Γραφῶν γνωρίσας τὴν τοῦ Κυρίου παρουσίαν, περιπταίει τῷ κηρύγματι τοῦ Εὐαγγελίου· καὶ ὁ κατὰ τὴν πίστιν εὐπερίτρεπτος, σκανδαλίζεται ἐν τῇ πέτρα, ἥτις ἐστὶν ὁ Χριστός. Σὺ δὲ (φησὶν) ὁ λαὸς, ἐὰν ᾖς πεποιθὼς καὶ τελείᾳ τῇ πίστει ἐρηρεισμένος ἐπὶ τὸν Κύριον, οὐχ ὡς λίθου προσκόμματι τῷ περὶ αὐτοῦ λόγῳ συναντήσῃ, οὐδὲ περισφαλήσῃ αὐτῷ, ὡς πέτρας πτώματι. Τάχα δὲ πρόσ κομμά ἐστιν Ἕλλησι, τοῖς τὴν σοφίαν ζητοῦσιν, ἡ μωρία τοῦ κηρύγματος· καὶ πέτρα ἐστὶ σκανδάλου τοῖς Ἰουδαίοις, τοῖς τὰ σημεῖα αἰτοῦσι. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Παῦλος, τὸ κήρυγμα εἶναι Ἰουδαίοις μὲν σκάνδαλον,