1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

113

ἔθνεσι δὲ μωρίαν. Τοῖς δὲ πεποιθόσιν ἐπὶ τὸν Κύριον καὶ μὴ ἀποδείξεσι λο γικαῖς ὑποβάλλουσι τοῦ κηρύγματος τὴν ἁπλότητα, μήτε διὰ σημείων ἐκπειράζουσι τὴν ἀλήθειαν, Χριστός ἐστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. 8.216 Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ἐπὶ τῆς ἀκολουθίας τῶν προαγόντων ὁ λόγος ἤρτηται. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερ μηνευόμενον, μεθ' ἡμῶν ὁ Θεός. Καὶ πάλιν ὑποβὰς λέγει· Μεθ' ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Εἶτα πρὸς τοὺς μὴ καταδεχομένους τὸ καταγγελλόμενον παρὰ τοῦ Ἐμμανουὴλ, ἀλλὰ τὸ ἐπίπονον τῶν παρ' αὐτοῦ διατεταγ μένων ἐκκλίνοντας ἀποτείνει τὸν λόγον. Τότε (φησὶ) φα νεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Τοῦ γὰρ λόγου τῆς διδασκαλίας κατασπειρομένου εἰς πάντας, οἱ μὲν ἀνορθοῦσιν ἑαυτῶν τὰς καρδίας εἰς ὑποδοχὴν τῶν διδαγμάτων· καί εἰσιν ὥσπερ γῆ εὔκαρπος, οἱ δεχόμενοι τὸν λόγον καὶ εἰς βάθος ῥιζοῦντες καὶ μὴ καταπνίγοντες ὑπὸ ἀκανθῶν, μήτε ἀφύλακτον ἔχοντες, ὡς εὐδιάρπαστον εἶναι ὑπὸ τοῦ διαβόλου, ἀλλὰ καρποφοροῦντες ἐν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Εἰσὶ δὲ καὶ οἱ πάντη ἀποκλείοντες ἑαυτῶν τὴν ψυχὴν πρὸς τὸ μὴ παραδέξασθαι τὸν λόγον, ἀλλ' οἱονεὶ ἀποδεσμοῦντες ἑαυτοὺς καὶ σφραγιζόμενοι, ὑπὲρ τοῦ μὴ ἐπεισελθεῖν τὸν λόγον τῆς ἀληθείας. Σφραγίζεσθαι δὲ λέγονται οἱ τῇ μορφῇ τοῦ ἀντικειμένου ἑαυτοὺς ὁμοιώ σαντες καὶ μὴ καταδεχόμενοι ἐν αὐτοῖς μορφωθῆναι Χρι στὸν, οἱ παραχαράξαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, καὶ μόνῃ χαίροντες τῇ εἰκόνι τοῦ χοϊκοῦ. Ἐσφράγισται δὲ ὁ νόμος ἀσαφείᾳ καὶ τῷ μὴ εὔληπτος εἶναι τοῖς τυχοῦσι, διὰ τὴν ἀναγκαίως ἐπιζητουμένην τοῦ νόμου γυμνασίαν. Ὁ τοίνυν μὴ ἐπιδιδοὺς ἑαυτὸν τῇ μελέτῃ, μηδὲ λύειν τὸν τῆς ἀγνοίας δεσμὸν ἐπιθυμῶν, σφραγίζειν τὸν νόμον λέγεται, ὃς φανερωθήσεται ἐν τῇ ἡμέρᾳ τῆς ἀποκαλύψεως. Φανεροὶ γὰρ ἔσονται οἱ σφραγίζοντες τὸν νόμον, τοῦ μὴ μαθεῖν. Πῶς οὖν σφραγίζουσι τὸν νόμον οἱ Ἰουδαῖοι, περὶ ὧν εἴρηται, ὅτι ἤρατε τὰς κλεῖς, καὶ οὔτε αὐτοὶ εἰσέρχεσθε, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύετε; Σφραγίζει, τοῦ μὴ μαθεῖν, ὁ, ἐπὶ προφάσει δὴ τῆς κατὰ τὸ γράμμα τηρήσεως, μὴ ἀποκαλύπτων τὰ ἐν τῷ βάθει μυστήρια, καὶ τί λέγει, σκόπει, εἰ μὴ ἄντικρυς Ἰουδαϊκαὶ αἱ φωναί. Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ. Ταῦτα λέγουσιν Ἰουδαῖοι· οὐ πιστεύω εἰς τὸν Θεόν· οὐ δέχομαι τὸν Ἐμμανουήλ· εἰ καὶ νῦν ἐγκαταλέλειμμαι, ἀλλὰ μενῶ ποτε τὴν ἐπισκοπὴν τοῦ Θεοῦ, τοῦ ἀποστρέψαντος τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ. 8.217 Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰακὼβ, παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. Μετὰ τὸ ἐλεγχθῆναι τοὺς ἀπειθοῦντας, τότε λοιπὸν αὐτὸς ὁ Κύριος ἀπὸ τοῦ ἰδίου προσώπου διαλέγεται. Ἐκεῖνοι μὲν οὖν (φησὶν) ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρὶ, καὶ τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, καὶ προσποιοῦνται ἀναμένειν τὸν Κύριον, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ. Ἐγὼ δὲ τοὺς εἰς ἐμὲ πεπιστευκότας, ἄρτι ἀναγεννηθέντας, ἐν τῷ ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον καὶ ἀναλαβεῖν τὸν νέον, οἱονεὶ παῖδας ἀρτιγενεῖς, ἁπαλοὺς τὸν τρόπον καὶ ἀπειρο κάκους, καὶ ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγω γικῶν λόγων, καὶ ἐπὶ τὴν τελειοτέραν τροφὴν τῶν μυστη ρίων χωροῦντας, τούτους προσλαβόμενος καὶ θάλπων τῷ κόλπῳ τῆς εὐσπλαγχνίας, προσάγω τῷ Πατρί. ∆ι' ἐμοῦ γὰρ ἡ ὁδὸς τῆς πρὸς αὐτὸν ἐπιγνώσεως. Ὅτι δὲ ἐκ προσώπου τοῦ Χριστοῦ εἰσιν οἱ λόγοι, οὐδεὶς ἀντερεῖ τῶν μεμνημέ νων τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς. Ἔπρεπε γὰρ (φησὶ)δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας διὰ παθημάτων τε λειῶσαι. Ὅ τε γὰρ ἁγιάζων (φησὶ) καὶ οἱ ἁγιαζόμενοι, ἐξ