117
καὶ τοῖς ἔργοις σου. Ταῦτα τὰ πάτρια, ἔργα τοῦ διαβόλου. Μακάριος ὁ γνησίως κακηγορήσας τὸν ἄρχοντα. Προσέρχεται γὰρ λοιπὸν πρὸς τὸν ἀληθινὸν καὶ φωτίζεται. Μακάριος ὁ μεμψάμενος τοῖς πάλαι πατρίοις· εὑρήσει γὰρ πατρίδα τὴν ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ τῶν ὁμοίων τῷ μακαρίῳ Παύλῳ. Πάτριά ἐστι καὶ τὰ ἐκ πατέρων ἡμῖν πονηρὰ ἔθη παραδιδόμενα. Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα; Ἀπόδος τῷ ἠδικημένῳ· μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρτίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον; ∆ὸς αὐτῷ σὺ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέ ραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἀληθινὴν ἐλευ θερίαν παρασκευάσεις. Εἶτα τί φησι; 8.223 Καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται. Καὶ ἰδοὺ ἀπορία στενὴ καὶ σκότος, ὥστε μὴ βλέπειν. Καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Περὶ τούτων φησὶ, τῶν διὰ τὴν στενοχωρίαν εἰς με τάνοιαν ἐναχθέντων, ὅτι ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω. Οἱ πρότερον συγκύπτοντες καὶ οὐ δυνάμενοι τὰ ὑψηλὰ κατανοεῖν τῶν θείων θεωρημάτων, οὗτοι, ὥσπερ ἀπὸ δεσμοῦ τινος, τῆς πρὸς τὰ γήϊνα συμπαθείας λυθέντες, ἐλεύθερον ἑαυτῶν τὸ ὄμμα πρὸς οὐρανὸν περιάξουσι, θεωροῦντες τὴν τῶν ἀοράτων καὶ νοητῶν φύσιν, καὶ κατανοοῦντες τὸν τό πον, ὅπου δεήσει τὸν θησαυρὸν ἀποτίθεσθαι. Εἶτα Ἐμβλέ ψονται εἰς τὴν γῆν κάτω. Τὸ εὐτελὲς τῆς αὐτῶν φύσεως ἐννοήσουσιν ἐκ τῆς πρὸς τὴν ζῆν συγγενείας οἱ τέως ἐπηρ μένοι καὶ μέγα φρονοῦντες ἐφ' ἑαυτοῖς. Θαύμασον δὲ πῶς παρατετηρημένως ταῖς λέξεσιν ἐχρήσατο ἡ Γραφὴ, ἁρμόζουσαν ἑκατέρῳ πράγματι, ἐπινοήσασα τὴν ἐκφώνησιν. Οὐρανὸς γὰρ πρόκειται εἰς θεωρίαν, καὶ γῆ. Περὶ μὲν οὖν τοῦ οὐρανοῦ λέγει· Ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω· περὶ δὲ τῆς γῆς, Ἐμβλέψονται τὴν γῆν κάτω. Εἶτα ἐπὶ τῷ θαύματι τῆς τῶν τηλικούτων κατανοήσεως ἀπο ροῦνται, καὶ στενοχωρηθήσονται καὶ σκοτωθήσονται τὴν διάνοιαν, τῆς ἐπὶ τοῖς καταληφθεῖσιν ἐκπλήξεως τὴν με γάλην αὐτοῖς ταύτην ταραχὴν ἐμποιούσης. Ὅταν γὰρ συν τελέσῃ (φησὶν) ἄνθρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται. Οὐδεὶς οἶδεν πόσα οὐκ οἶδεν, ἐὰν μὴ γεῦμα λάβῃ τῆς γνώσεως. Πλὴν ὁ ἀγαθὸς ∆εσπότης ἐπαγ γέλλεται αὐτοῖς τὰ χρηστότερα. Οὐκ ἀπορηθήσεται γὰρ (φησὶν) ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Οὐκ εἰς τὸ παντελὲς αὕτη ἡ ἄγνοια καθέξει τὸ γένος τῶν ἀνθρώπων· ἀλλ' ὁ νῦν αὐτῆς ἐκζητῶν τὴν ἀλήθειαν, καὶ ὠδίνων αὐτῆς τὴν εὕ ρεσιν, ὄψεταί ποτε πρόσωπον πρὸς πρόσωπον καὶ ἀπολή ψεται τὸ τῆς γνώσεως τέλειον, ἐπειδὰν ἐνστῇ ὁ καιρὸς τῆς τῶν ὅλων ἀποκαταστάσεως. Τοῦτο γάρ ἐστι τὸ Ἕως καιροῦ.
9.t ΚΕΦΑΛΑΙΟΝ θʹ
9.224 Τοῦτο πρῶτον πίε· ταχὺ ποίει, χώρα Ζαβουλῶν, ἡ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ, οἱ τὴν παραλίαν, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. Τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου· καὶ ἐυφρανθήσονται ἐνώ πιόν σου, ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα· ὅτι ἀφῄρηται ὁ ζυγὸς, ὁ ἐπ' αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι· καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οἱ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς Ἄγγελος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν