1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

119

ὑποδέχονται τοῦ πλούτου τὴν ἀφορμήν. ∆ιὰ τοῦτο ἀμφότερα εἶπεν, καὶ τὰ ἐξ ἀντιδόσεως ἀγαθὰ, καὶ τὰ ἐκ χάριτος ὑπὸ τοῦ Μεγαλοδώρου δίδοσθαι μέλλοντα. Ἀφῄρηται γὰρ ὁ ζυγὸς ὁ ἐπὶ τῶν ἐθνῶν κείμενος, ἀπεσείσαντο τὸν βαρὺν ζυγὸν τοῦ τῇ δουλείᾳ τῆς ἁμαρτίας αὐτοὺς ὑπο ζεύξαντος, καὶ ῥάβδῳ τὸν τράχηλον αὐτῶν κατακάμποντος, ἵνα τὸ ἀποστολικὸν κήρυγμα τῆς ψυχῆς καταβαλόντες, μὴ ὑποκύψωσι τῇ δουλείᾳ τῆς ἁμαρτίας. 9.226 Τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. ∆εινὸς ἀπαιτητὴς ἐφέστηκε τῇ ἀνθρωπίνῃ ζωῇ, ῥαβδίζων καὶ ἀπαιτῶν τὰ ἑαυτοῦ θελήματα, ὁ κοινὸς ἡμῶν ἐχθρός. Βούλει μαθεῖν τῆς ῥάβδου ταύτης τὰς πληγάς; Ἄκουε τοῦ λέγοντος· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. ∆υσώ δεις μώλωπας ἐμποιεῖ τῷ πληγέντι ἡ πονηρὰ ῥάβδος. Ἐν νόησόν μοί τινα συνεχόμενον ἐν ἐπιθυμίαις ποικίλαις καὶ σφο δρῶς ἐγκείμενον τῇ ἀπολαύσει τῶν ἡδονῶν· πῶς ῥαβδιζο μένῳ ἔοικε καὶ ἀπαγομένῳ πρὸς τὴν ἁμαρτίαν. Οὐκ ἀνίησιν ἡ ἐπιθυμία κέντρα καὶ ὀδύνας ἐμποιοῦσα τῷ ἀκολάστῳ, ἕως ἂν τὸν ἐκ τῆς ἁμαρτίας μώλωπα τῇ ψυχῇ ἐμποιήσῃ, δυσωδίαν ἐναφιέντα ἐν τῇ τῶν αἰσχρῶν ἀναμνήσει. Ταύτην τοίνυν τὴν ῥάβδον διασκεδάσει, ὡς διεσκέδασε τὴν ἀρχὴν καὶ τὴν δυνασ τείαν τῶν Μαδιηναίων· ὧν (οἶμαι) τῆς ἱστορίας μέμνησθε, ἢ τῆς κατὰ τοὺς Ἀριθμοὺς, ἢ τῆς ἐν τοῖς Κριταῖς. Ἐν μὲν γὰρ τοῖς Ἀριθμοῖς φησι· Παρετάξαντο ἐπὶ Μαδιὰμ, καθ' ἃ ἐνε τείλατο Κύριος τῷ Μωϋσεῖ· καὶ ἀπέκτειναν πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιὰμ ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν. Ἐν δὲ τοῖς Κριταῖς· Ὁ Γεδεὼν ἀπέστρεψεν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ εἶπεν· Ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χερσὶν ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ. Τί δέ ἐστι τὸ Πᾶσαν στολὴν συνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσειν; Οἶμαι λέγεσθαι, ὅτι οἱ τὸν βα ρὺν ἐπιτιθέντες τῆς ἁμαρτίας ζυγὸν καὶ ῥάβδῳ συντρίβοντες, συναναγκάζουσι πρὸς ἁμαρτίαν, οὗτοι τὴν μετὰ δόλου ἐπι συνηγμένην στολὴν καὶ τὸ ἱμάτιον μετὰ καταλλαγῆς ἀπο τίσουσιν. Οἱ λωποδυτήσαντες τοὺς ἀνθρώπους καὶ δόλῳ αὐτοὺς γυμνοὺς τῶν σκεπασμάτων ἀποδείξαντες, μετὰ κα ταλλαγῆς ἀποτίσουσιν. Ὅταν γὰρ λάβῃ ἡμᾶς ὑπὸ τὴν ἑαυ τοῦ ἐξουσίαν ὁ κοινὸς ἐχθρὸς, ἀφαιρεῖ ἡμῶν τὰ ἱμάτια, τὰ τοῖς ἀσχήμοσιν ἡμῶν εὐσχημοσύνην περιτιθέντα. Ἱμάτιον δὲ Χριστιανῶν, σκέπον τὸ ἄσχημον ἡμῶν τῆς ἁμαρτίας, ἡ εἰς Χριστὸν πίστις· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἦν δὲ καὶ πρὸ τῆς εἰς Χριστὸν πίστεως γυμνῶν τὴν ἀνθρωπείαν ἀσχημοσύνην ὁ ἐχθρὸς ἡμῶν τὰς ἐννοίας ἡμῶν, αἷς ἡ ζωὴ ἡμῶν κατεκοσμεῖτο, περιαιρῶν, καὶ τὴν γύμνωσιν ἡμῶν δημοσιεύων. Ἐπεὶ οὖν δολεραῖς ἐπινοίαις ἀπημφίασε, πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ πᾶν ἱμάτιον μετὰ καταλλαγῆς ἀπο τίσει. Οὐ γὰρ μόνον ἀπολαμβάνομεν, ἃ ἀφῃρήμεθα, ἀλλὰ καὶ τῇ προσθήκῃ τῆς εἰς Χριστὸν ἐπιγνώσεως βελτιούμεθα. Ἐνέ δυσε γάρ με (φησὶν) ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης. Πᾶσαν οὖν στολὴν ἐπισυνηγμένην δόλῳ, τουτέστι λαθραίως ὑφαιρεθεῖσαν, μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ Θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν. Αἱ πονηραὶ δυνάμεις μετὰ τὴν τοῦ Κυρίου ἐπιδημίαν ἔκραζον· Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τότε αἱροῦνται γενέσθαι πυρίκαυστοι μᾶλ λον, ἢ ὑπὸ τῆς ἐν σαρκὶ Χριστοῦ ἐπιφανείας κατακρίνεσθαι. 9.227 Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ ὤμου αὐτοῦ. Καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος. Πόσα ἤδη ὀνόματα ἐδιδάχθημεν τοῦ Κυρίου, ἀνώτερον ἠκούομεν. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἐνταῦθα καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος. Οὗτος, ὁ τὴν μεγάλην βουλὴν τὴν ἀποκεκρυμμένην ἀπὸ τῶν αἰώνων γνω ρίσας, τὴν ἑτέραις γενεαῖς μὴ φανερωθεῖσαν. Οὗτος, ὁ ἀναγ γείλας καὶ φανερώσας τὸν ἀνεξιχνίαστον ἑαυτοῦ πλοῦτον ἐν τοῖς ἔθνεσιν, εἶναι τὰ ἔθνη