1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

121

συναπέσχισε καὶ χρυσᾶς δαμάλεις ἀναπλάσας, ἀνα χωρῆσαι τὸν λαὸν ἔπεισε τῆς λατρείας τοῦ Θεοῦ καὶ λατρεύειν εἰδώλοις Αἰγυπτίων. Οἱ οὖν καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ, οὗτοι τῆς ἀληθείας ἐν συναισθήσει γενόμενοι, ἐδέξαντο τὸν λόγον, καθὼς καὶ αἱ Πράξεις διη γοῦνται, ὅτι ἤκουσαν οἱ Ἀπόστολοι, ὅτι ἡ Σαμάρεια δέδεκται τὸν λόγον. Εἶτα διαγράφει αὐτῶν ὁ Προφήτης τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ὅση ἦν· καταφρονοῦντες γὰρ τῆς μερίδος τοῦ ∆αβὶδ, ὡς εὐκαθαίρετον ἐχούσης τὴν βασιλείαν, ἔλεγον ἐπὶ χλεύει τὸ Πλίνθοι πεπτώκασιν· ἀλλὰ δεῦτε, λαξεύσωμεν λί θους. Πλίνθους μὲν ὠνόμαζον τὴν οἰκοδομὴν τῆς βασιλείας τῶν υἱῶν Ἰεσσαί· λίθων δὲ στεῤῥότητα συνηρμοσμένων ἀλ λήλοις, τὴν ἑαυτῶν δύναμιν, καὶ τὴν πρὸς τὰ τοῦ βίου πράγ ματα σύμπνοιαν προσηγόρευον. 9.229 Καὶ κόψωμεν (φησὶ) συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον, ἀντὶ τοῦ ναοῦ, ὃν κατεσκεύασε τῷ Ἰούδᾳ ὁ Σολομῶν. Ὅμοια διενοοῦντο τοῖς δι' ὑψηλῆς πύργου κατασκευῆς, ἐπι χειροῦσιν ἑαυτοῖς βάσιμον ποιῆσαι τὸν οὐρανόν. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· ∆εῦτε, πλινθεύσωμεν ἑαυτοῖς πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί· καὶ πάλιν· ∆εῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρα νοῦ. Ἡ δὲ συκάμινος δένδρον ἐστὶ πολυφορώτατον καρπῶν, οὐδεμίαν ποιότητα ἐχόντων, εἰ μή τις ἐξ ἐπιμελείας ἀμύξας, ὀπόν τινα αὐτοῖς ἐπισπάσαιτο, ἡδονὴν ἐμποιοῦντα τῇ γεύσει. Ὅθεν ἡγούμεθα σύμβολον εἶναι τῆς ἐθνικῆς συναγωγῆς, πλη θυνούσης μὲν, οἱονεὶ δὲ μεμωραμμένης, διὰ τὴν ἐν τοῖς ἐθνι κοῖς ἐπιτηδεύμασι συνήθειαν, ἣν ἐὰν καταμύξαι τις διὰ τοῦ Λόγου δυνηθῇ, γλυκανθεῖσα τῇ μεταβολῇ, εἰς εὐχρηστίαν μεταβάλλεται. Καὶ αἱ κέδροι λαμβάνονται μέν ποτε καὶ εἰς εἰκόνα ψυχῶν μεγάλων καὶ ἀξιόλογον ἐχουσῶν δίαρμα, ἐκ τοῦ διανεστηκέναι τῷ φρονήματι καὶ τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς· καθὼς ἐδιδάχθημεν ἐν ψαλμοῖς, νῦν μὲν εἰς τὸν αἶνον τοῦ Θεοῦ παραλαμβάνοντος αὐτὰς τοῦ ∆αβὶδ, καὶ λέγοντος· Ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· πάλιν δέ· Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν. Ἤδη δὲ καὶ τὰ σκληρὰ καὶ δύσκαμπτα ἤθη, τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, κέδρους ἔγνω μεν λεγόμενα· ∆ιὰ τοῦτο Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Καὶ οἱ ἐπαιρόμενοι ἐπὶ τῇ ψευδωνύμῳ γνώσει καὶ φαντασιούμενοι ὡς τὰ μυστήρια τοῦ ὑπεράνω Θεοῦ κατειληφότες, κέδροι λέγονται· Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερ υψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· ὧν ἡ ἐξολόθρευσις ταχεῖα· Παρῆλθον γὰρ καὶ ἰδοὺ οὐκ ἦν. Ταύτας οὖν τὰς κέδρους παρελάμβανον εἰς τὴν τοῦ πύργου κατασκευὴν οἱ, πρὸ τῆς ἐπιδημίας τοῦ Λόγου, καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει, καὶ χλευάζοντες τὴν κατὰ τὸν Ἰούδαν θεοσέβειαν καὶ πλίνθους πεπτωκυίας λέγοντες τὰ ἐν δόγ μασιν ἐκείνων οἰκοδομήματα. 9.230 Καὶ ῥάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σιὼν ἐπ' αὐτὸν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει, Συρίαν ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι. Ῥάξειν οὖν αὐτοὺς ἐπαγγέλλεται καὶ καταβαλεῖν πάντας τοὺς ἐπανισταμένους τῷ ὄρει Σιὼν, καὶ διασκεδάσειν αὐτῶν τὴν κατὰ τῆς ἀληθείας ἀσεβῆ συμφωνίαν. Εἰσὶ δὲ οἱ ἐχθροὶ Σύροι καὶ Ἕλληνες· οἱ μὲν τὰ πρὸς ἀνατολὰς τοῦ ἡλίου κατέχοντες, οἱ δὲ τὰ πρὸς ταῖς δυσμαῖς. ∆ιὰ τοῦτο δὲ διασκε δασθήσονται, ἐπειδὴ κατήσθιον ὅλῳ τῷ στόματι τὸν Ἰσραήλ. Στόμα δὲ λέγει νῦν τὴν σοφιστικὴν τοῦ λόγου δύναμιν, ᾗ πάσῃ κατεκέχρηντο εἰς τὴν ἐπιβουλὴν τῶν ἐν ἁπλότητι πεπιστευκότων τῷ Θεῷ. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη· καὶ τὸν Κύριον τῶν δυνάμεων οὐκ ἐζήτησαν. Ἐπὶ τούτοις πᾶσι, διὰ τὸ μήπω κατανυγῆναι μαστιζομένους τοὺς ἐχθροὺς τοῦ Θεοῦ, οὔπω ὁ θυμὸς ἀπεστράφη, ἀλλ' ἔτι ἡ χεὶρ ἡ κο λαστικὴ δύναμις ἐπηρμένη ἐστὶν ἐπὶ τῶν μὴ μετανοούντων ἐπὶ τῇ κακίᾳ καὶ πονηρίᾳ ᾗ