1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

122

ἔπραξαν. Ἐπειδὴ οὖν ὁ λαὸς οὗτος οὐ διὰ λόγου, ἀλλὰ διὰ πληγῆς θεραπεύεται, γέγραπται· Καὶ πᾶς ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη. ∆ιόπερ ἀναγκαῖαι τοῖς τοιοῖσδε αἱ πληγαί. Μηδεὶς οὖν πο λυπραγμονείτω τὰς αἰτίας τῶν σκυθρωποτέρων· διὰ τί αὐχμοὶ, διὰ τί ἐπομβρίαι, διὰ τί σκηπτοὶ, διὰ τί χάλαζαι. ∆ι' ἡμᾶς, τοὺς τὴν ἀμετανόητον καρδίαν ἔχοντας καὶ μὴ πρότερον ἐπιστρέφοντας, ἐὰν μὴ πληγῶμεν. Καὶ ἀφελεῖ Κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐρὰν, μέγαν καὶ μικρὸν, ἐν μιᾷ ἡμέρᾳ. Μετὰ τὸ φθάσαι ἐπ' αὐτοὺς τὸν Λόγον τὸν ἀπεσταλμένον, πᾶσαν τὴν κακὴν αὐτῶν διάταξιν συγχυθήσεσθαι λέγει, καὶ περιαιρεθήσεσθαι μὲν ἄρχοντας καὶ τοὺς ἑπομένους, τούς τε ἐν δυναστείᾳ μέγα φυσῶντας καὶ τοὺς ὑποβεβηκότας. Ἀτιμασθήσεται πρεσβυτέρων προεδρία, καὶ τῶν κατὰ προσωποληψίαν κρινόντων. Οἱ δὲ μηδεμίαν τάξιν ἔχοντες ἐν τῷ λαῷ, αὐτοχειροτόνητοι δὲ καὶ προφητικὸν ἑαυτοῖς ἐπιψευδόμενοι χάρισμα (ὃ μὴ ἔλαβον παρὰ τοῦ Πνεύματος) καὶ διδάσκοντες τὰ ἄνομα, οἷος ἦν ἐπὶ Ἱερε μίου ὁ Ἀνανίας, καὶ ἐπὶ Μιχαίου οἱ ψευδοπροφῆται, ἐν οἷς ἐγένετο πνεῦμα ψευδὲς, ὃ ἐξηπάτα τὸν Ἀχαὰμ, προτρε πόμενον ἐπὶ τὸν κατὰ τῶν Σύρων πόλεμον· ἀφαιρεθήσονται καὶ οὗτοι, οἱονεὶ τὴν οὐραγίαν τοῦ λαοῦ κατέχοντες. 9.231 Ἀλλὰ καὶ μακαρίζοντες τὸν λαὸν τοῦτον, καὶ πλα νῶντες αὐτὸν καὶ διὰ τῆς ἀπάτης ἐκκαρπούμενοι. ∆ιὰ τοῦτο οὔτε ἐπὶ τοῖς νεανίσκοις καὶ ἀκμάζουσιν ἐν αὐτοῖς εὐφραν θήσεται ὁ Κύριος. Οὔτε εἴ τις ὀρφανὸς ἐν τῷ τοιούτῳ λαῷ, οὔτε εἴ τις χήρα ἐλεηθήσεται. Τὸ μὲν γὰρ ἀσθενὲς καὶ ἀβοήθητον, ἐλέους ἄξιον· τὸ δὲ δυνατὸν ἐν κακίᾳ καὶ πονηρίᾳ, ἀποστροφῆς καὶ μίσους. Εἶτα ἐπάγει, ὅτι οὐδέπω ὁ θυμὸς αὐτοῦ ἀποστρέφεται, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ ἐπίκειται, διὰ τοὺς πλανῶντας ἐν τῷ λαῷ καὶ πλανωμένους, παρ' οἷς πάντες ἄνομοι καὶ πονηροὶ καὶ ἄδικα λαλοῦντες. Ἔχει δέ τινα ἡ ἀπειλὴ εὐεργεσίας ἔμφασιν, ὅτι Καυθήσεται ἡ ἀνομία, ὡς πῦρ. Τὴν γὰρ παρασκευασθεῖσαν ὕλην ἐκ τῆς ἀνομίας ἀφανισμῷ παραδοθῆναι ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων παρὰ τοῦ ἀγαθοῦ ∆εσπότου ᾠκονόμηται. Καὶ ὡς ἄγρωστις (φησὶ) ξηρὰ βρω θήσεται ὑπὸ πυρὸς, καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Ἕως μὲν ἐγκέχωσται τοῖς γηΐνοις πάθεσιν ἡ ψυχὴ, ὡς ἄγρωστις τὰ πάθη αὐτῆς, ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐκφυόμενα, διέρπει, δι' ἀλλήλων τὴν γένεσιν ἔχοντα, καὶ ἄλλα ἐπ' ἄλλοις γεννώμενα. Ὡς γὰρ ἡ ἄγρωστις πολυ γονώτατόν ἐστιν ἐν βοτάναις καὶ οὐδαμοῦ καταλήγει αὐτῆς ἡ γέννησις, ἀλλ' ἀεὶ τὸ πέρας τῆς πρώτης γενέσεως ἀρχὴ τοῦ ἐφεξῆς γίνεται, τοιαύτη καὶ ἡ τῶν ἁμαρτημάτων ἐστὶ φύσις· αὐτὴ ἑαυτὴν διαδέχεται. Καὶ γεννᾷ μὲν ἡ πορ νεία πορνείαν· ἡ δὲ ἐν τῷ ψεύδει συνήθεια ψεύδους γίνεται μήτηρ, καὶ ὁ ἐν κλοπαῖς μελετήσας, κατατολμᾷ ῥᾳδίως τοῦ ἀδικήματος. Ἡ γὰρ προλαβοῦσα ἁμαρτία ἀφορμὴ ἁμαρτίας γίνεται. Ἐὰν οὖν γυμνώσωμεν τὴν ἁμαρτίαν διὰ τῆς ἐξομολογήσεως, ἐποιήσαμεν αὐτὴν ξηρὰν ἄγρωστιν, ἀξίαν τοῦ ὑπὸ τοῦ καθαρτικοῦ πυρὸς καταβρωθῆναι. Αὕτη δὲ καίεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ. Τήρησον ὅσα περὶ δρυμῶν εἴρηται ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· πολε μούμενος ὁ λαὸς εἰσῆλθεν εἰς τὸν δρυμὸν, καὶ ἐκλείπει μὴ ἐσθίων. Ἀλλὰ καὶ Ἀβεσσαλὼμ πολεμούμενος εἰς δρυμὸν εἰσέρχεται. Ἐὰν οὖν μὴ γένηται ὡς ἄγρωστις ξηρὰ, ἡ ἁμαρ τία ἡμῶν, οὐ βρωθήσεται ὑπὸ πυρὸς, οὔτε κατακαυθήσεται. Καὶ τὰ ∆άση τοῦ δρυμοῦ τοὺς ὑπούλους λέγει καὶ συνεσ κιασμένους τῇ διανοίᾳ, τοὺς ἐν τῷ κρυπτῷ τῆς καρδίας ἑαυτῶν πολλὰ τῶν κακῶν συντηροῦντας. 9.232 Εἶτα ἐπάγει, ὅτι ∆ιὰ θυμὸν ὀργῆς Κυρίου συγκέκαυ ται ἡ γῆ ὅλη. ∆είκνυσιν ὅτι τὰ γήϊνα τῷ πυρὶ τῷ κολαστικῷ παρα δίδοται, ἐπὶ εὐεργεσίᾳ τῆς ψυχῆς, καθ' ἃ καὶ ὁ Κύριος ὑποφαίνει, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον ἰδεῖν εἰ ἤδη ἀνήφθη. Καὶ ἔσται ὁ λαὸς, ὡς ὑπὸ πυρὸς κα τακεκαυμένος ἄνθρωπος. Οὐκ ἀφανισμὸν ἀπειλεῖ, ἀλλὰ τὴν κάθαρσιν ὑποφαίνει, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.