123
Εἶτα τὴν κακίαν τὴν ἐν τῷ λαῷ καὶ τὴν στάσιν τὴν ἐν αὐτοῖς ἀκατάπαυστον ἤδη, καὶ παντελῶς εἰς τὸ ἀνίατον προχωρήσασαν διαγράφει. Ἄνθρωπος γὰρ τὸν ἀδελφὸν ἑαυτοῦ (φησὶν) οὐκ ἐλεήσει ἕκαστος, ἀλλὰ προσιόντα ἐπὶ τὸ τινὸς τυχεῖν ἀντιλήψεως, ἐκκλινεῖ εἰς τὰ δεξιὰ, τουτέστιν ἀδέξιος γίνεται, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ· ὁ γὰρ μὴ ἐργαζό μενος δεξιὰ καὶ ἀποδοχῆς ἄξια, οὗτος ἐμπλησθήσεται ἐκ τῶν σκαιοτέρων καὶ ἀπηγορευμένων. Τί οὖν ἐστι τὸ Φάγεται ἐκ τῶν ἀριστερῶν αὐτοῦ, ἑρμηνεύει. Καὶ οὐ μὴ ἐμπλησθῇ (φησὶν) ἄνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Θηριώδη τινὰ κατάστασιν τῆς ψυχῆς ὑποφαίνει, ἀλληλοφαγίαν τῶν ἀδελφῶν διηγούμενος, ὠμῶς ἐπιβαινόντων ἀλλήλοις. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραΐμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῇ. Ἐξαγριοῖ γὰρ αὐτοὺς ἡ κακία καὶ θηρίοις ὠμοβόροις ποιεῖ παρεικάζεσθαι, οὐκ ἐμπιπλαμένους τοῦ ἐσθίειν ἀπὸ τῶν σαρκῶν τοῦ βραχίονος τοῦ ἑτέρου, ὧν τὸ τέλος ἐστὶ παντελὴς ἀπώλεια, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου, ὅτι Εἰ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. Οὕτω δὲ πρὸς ἀλλήλους ἐχ θρῶς διακείμενοι, ὅμως ἐν τῇ κατὰ τοῦ πλησίον ἐπιβουλῇ συμφωνήσουσιν. Ἅμα γὰρ πολιορκήσουσι τὸν Ἰούδαν (φησὶ) τουτέστι τοὺς ἐξομολογουμένους τῷ Θεῷ καὶ παραμένοντας αὐτοῦ τῇ λατρείᾳ. Ἰούδας γὰρ ἡ ἐξομολόγησις ἑρμηνεύεται. Πλὴν ἡ κακία πρὸς ἑαυτὴν ἀσύμφωνος οὖσα, τῇ πρὸς τὴν ἀρετὴν μάχῃ ἐπιδείκνυταί τινα συμφωνίαν· οἷον θρασύτης καὶ δειλία ἀλλήλαις ἀντίκεινται, ἡ μὲν ὑπερβολὴ τυγχά νουσα, ἡ δὲ ἔλλειψις· ἀλλὰ τῇ ἀνδρείᾳ, ἐν μέσῳ κειμένῃ, ὁμοίως μάχονται, οἱονεὶ πολιορκοῦσαι αὐτὴν ἑκατέρωθεν. ∆ιὰ τοῦτο Ἐφραῒμ καὶ Μανασσῆς ἐσθίειν μὲν ἀλλήλων τὰς σάρκας λέγονται, πολιορκεῖν δὲ ὁμοῦ γενόμενοι τὸν Ἰούδαν.
10.t ΚΕΦΑΛΑΙΟΝ ιʹ
10.233 Οὐαὶ τοῖς γράφουσι πονηρίαν. Γράφοντες γὰρ, πο νηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου· ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ὑμῶν πόῤῥωθεν ἥξει. Καὶ πρὸς τίνα καταφεύξεσθε, τοῦ βοηθηθῆναι; Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; Καὶ ὑποκάτω ἀνῃρημένων πεσοῦνται. Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Εἰσί τινες, οἱ κατακολουθεῖν τοῖς πατράσι καὶ τοῖς παρ' αὐ τῶν παραδεδομένοις δόγμασιν ἀπαξιοῦντες, αὐτοὶ κατάρ χειν αἱρέσεων ἐπιθυμοῦσι. ∆ιὸ καινοτομίας τινὰς παρεπι νοοῦσι τῷ ὀρθῷ λόγῳ, γράφοντες πονηρίαν καὶ ἀσέβειαν· εἰς οὓς φθάνει τὸ οὐαὶ, εἰς τοὺς πατέρας τῆς ψευδωνύμου γνώσεως, καὶ συγγραφέας τῶν ἀθέων δογμάτων. Οἱ γὰρ τοιοῦτοι τοὺς πτωχεύοντας τῇ πίστει συναρπάζουσι καὶ καταδυναστεύουσι ψυχὰς χηρευούσας τοῦ ἀληθινοῦ νυμ φίου, τοῦ Θεοῦ Λόγου. Ἀλλὰ κἄν τινα ἴδωσιν ἀπορφανισθέντα Θεοῦ διὰ τὴν ἁμαρτίαν, καὶ τοῦτον ὥσπερ λάφυρον ἑαυτῶν ποιοῦνται, κατεπαγγελλόμενοι μὲν αὐτοῖς πᾶσαν ἄδειαν, καὶ τὸν ἐν ἡδονῇ προτείνοντες βίον, εἰ μόνον λάβοιεν αὐτοὺς συντεθειμένους τοῖς δόγμασι τῆς ἀθεότητος. Ὁποία ἡ νῦν παραβλαστήσασα τῶν Ἀνομοίων αἵρεσις, καὶ πόρνοις καὶ μοιχοῖς καὶ ἀρσενοκοίταις καὶ ἀνδραποδισταῖς καὶ ἐπιόρκοις καὶ ψεύσταις συγχώρησιν ἁμαρτημάτων ὑπισ χνούμενοι, ἐὰν μόνον αὐτοὺς λάβωσι τῇ κατὰ τοῦ Μονογενοῦς βλασφημίᾳ συνερχομένους. Πρὸς οὕς φησιν ὁ λόγος· Τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡμέραν λέγει τὴν ἐπιφάνειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξ οὐρανῶν, ἐν ᾗ ἐπιδημήσει τῷ κόσμῳ, ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καθ' ἣν ἀπολήψονται τὴν θλίψιν πόῤῥωθεν ἐπ' αὐτοὺς ἐρχομένην, ὡς γράφοντες πονηρίαν. Πρὸς τίνα δὲ καταφεύξεσθε, τοῦ βοηθηθῆναι; Κατὰ γὰρ Θεοῦ