127
κρίματα θεωρεῖν. Μέγας ὁ νοῦς, ὁ διὰ τῶν Ἀγγέλων καὶ τῶν ∆υνάμεων καὶ πάσης τῆς περὶ τὰ ὑπερκόσμια δόξης, τὸν βασιλέα τῆς δό ξης καὶ Κύριον τῶν ∆υνάμεων ἐννοῶν. Ὁ μέντοι ἑαυτὸν μακαρίζων καὶ ὑπεραίρων, οἰησίσοφός τις καὶ ματαιόφρων μᾶλλον δικαίως, ἢ μέγας, κατὰ νοῦν ὀνομάζοιτο. Πλὴν ἀλλ' ἐπειδὴ σύνηθες τῇ Γραφῇ τῇ τῶν πολλῶν οἰήσει πρὸς τὰς ὀνομασίας ἀκολουθεῖν, μέγαν εἴρηκε νοῦν, οὐ τὸ τῇ φύσει μεγαλεῖον προσμαρτυρῶν, ἀλλὰ τὸ ἐκ τῆς οἰήσεως ἐπιφημισθὲν αὐτῷ ὀνομάζων. ∆ιὰ τοῦτο κολάζων ὑπερηφανίαν ὁ Κύριος, καὶ ταπεινῶν αὐτοῦ τὴν ὑψηλοφροσύνην, ἐπάγειν λέγεται ἐπὶ τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων. Τὴν δὲ ἀσθενῆ ὑπόληψιν ἐξελέγχων, ἐπὶ τὸ ὕψος φησὶ τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ ἐπάξειν τὴν κόλασιν. Καὶ γὰρ τὴν δόξαν, πολύσημον οὖσαν φωνὴν, κατὰ ἓν τῶν σημαινομένων ὡρίσαντό τινες, ἀσθενῆ ὑπόληψιν. 10.239 ∆ύναται δὲ ὁ νοῦς ὁ μέγας καὶ ὁ φρόνιμος, ὁ ἀντὶ τοῦ πανούργου λαμβανόμενος. Ὡς Ὁ ὄφις φρονιμώτερος τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· καὶ ὁ οἰκονόμος τῆς ἀδικίας φρονίμως ἐποίησε· καὶ Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονι μώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, εἰς τὴν γενεὰν αὐτῶν. Ἡρμήνευσε δὲ ἡμῖν ὁ Ἀπόστολος τοῦ φρονίμου τὴν ἔννοιαν, ἐν τῇ πρὸς Κορινθίους, εἰπών· Φοβοῦμαι δὲ, μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ ... Ἔδειξε γὰρ, ὅτι ἡ ἱστορία τὴν ψεκτὴν φρονιμότητα τῷ ὄφει προσμαρ τυρεῖ, ἐκ τοῦ αὐτὸν εἰς πανουργίαν μεταβάλλειν τὸ φρόνι μον. Οὕτως οὖν καὶ νοῦς μέγας, οὐ κατά τινος ἐπαινετοῦ, ὡς οἱ τὰ παρ' Ἕλλησι σημαινόμενα ἀκριβοῦντες ἔταξαν, λέγοντες τὸν νοῦν εἶναι φρόνησιν συνεστραμμένην, ἀλλὰ ψευ δωνύμως. Ἢ αὐτὸς ἑαυτὸν ἐκθαυμάζων, ἢ παρὰ τῶν κο λάκων οὕτω προσαγορευόμενος, ὠνόμασται νῦν παρὰ τῆς Γραφῆς. Οὗτος δὲ ὁ νοῦς ὁ μέγας, ἐπειδὴ οἶδεν, ὅτι τοῦ σοφοῦ (τοῦ γε ἀληθινῶς σοφοῦ) οἱ ὀφθαλμοὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, δοξάζει τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὡς οὐ κάτω βλέπων, οὐδὲ τὰ γήϊνα, ἀλλὰ τὰ μετέωρα πολυπραγμονῶν, καὶ τὴν ἄνω διατριβὴν ποιούμενος. Ὁποῖοί εἰσιν οἱ παρὰ τοῖς Ἕλλησι σοφοί, τὸν μὲν βίον ἔχοντες τοῖς αἰσχίστοις τῆς σαρκὸς πάθεσιν ἐγκαλινδούμενον, τὰ δὲ περὶ οὐρανοῦ καὶ ἀστέρων καὶ τῶν αἰθερίων καὶ τῶν περὶ τὸν ἀέρα συμπτωμάτων φυσιο λογοῦντες, δόξαν τινὰ ἑαυτῶν τοῖς ὀφθαλμοῖς περιτιθέασιν. 10.240 Εἶπε γάρ· Ἐν τῇ ἰσχύϊ ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο μεύσω. Καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκου μένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, ἢ ὡς κατα λελειμμένα ὠὰ ἀρῶ. Καὶ οὐκ ἔστιν, ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Νῦν ἑρμηνεύει σαφῶς, διὰ τί μέγαν νοῦν εἴρηκεν αὐτὸν καὶ διὰ τί ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ ἀπειλεῖ τὰς κολάσεις ἐπαγαγεῖν, τὸν κόμπον αὐτοῦ τῶν ῥημάτων, ᾧ κέχρηται κατὰ τῶν ὑποδεεστέρων, μετὰ πάσης πικρίας αὐτοῖς ἀπειλῶν πᾶν εἶδος ἀφανισμοῦ, ἄμαχον ἑαυ τοῦ καὶ ἀνανταγώνιστον λέγων εἶναι τὴν δύναμιν. Ὡς γὰρ κύριος τυγχάνων ὧν βούλεται καὶ πάντως ἐπιτελέσων τὰ κατὰ πρόθεσιν, οὕτως ἐκόμπαζεν. Ἐπειδὴ πολλή μοί ἐστιν ἱππικὴ καὶ πεζικὴ δύναμις καὶ οὐδεὶς ὁ ἀνταίρων, καὶ ἐπειδὴ ἀπρόσιτος ἡ ἐν τοῖς στρατηγικοῖς σοφία μοι πάρ εστι καὶ ἡ σύνεσις ἀνεπίληπτος, διὰ τοῦτο (φησὶν) Ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Πάντα γὰρ τὰ ἔθνη τῇ ἐμαυτοῦ ὑποκύπτειν βασιλείᾳ συναναγκάσας, ἕνα τῶν πάντων ποιοῦμαι ὅρον, τὴν ἐμὴν ἐπικράτειαν. Νῦν γὰρ ἕκαστον ἰδίοις ὁροθεσίοις ἀπὸ τοῦ ἑτέρου διώρισται· ἀφελὼν οὖν αὐτῶν τὰ ὅρια, ὑπὸ ἓν σκῆπτρον τῆς ἐμῆς βασιλείας γενέσθαι τὰ πάντα συναναγκάσω. Καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω. Προνομὴ λέγεται ἡ ἐν τοῖς πολεμίοις τῶν ἑαλωκότων εἰς τοὺς κρατοῦντας διανομὴ, ὅταν ἢ αἰχμάλωτα σώματα, ἤ τινα τῶν βοσκημάτων, ἢ ἄλλα τινὰ τῶν κατὰ τὸν βίον, οἱ κρατοῦντες ἐν ἀλλήλοις διαλαγ χάνουσι. Καὶ ἕκαστος κατὰ τὴν προσοῦσαν αὐτῷ ὑπεροχὴν τῆς ἐκ τῶν λαφύρων προνομῆς ἀξιούμενος, οὕτω μετέχει τῶν ἐκ τοῦ