130
γενομένους καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ πλεῖόν τι τῶν πολλῶν ἔχοντας, ὄρη εἴωθε προσαγορεύειν καὶ βουνούς· τοὺς δὲ ἀκάρπους καὶ εἰκῆ ἀλλήλοις συμπεφυρμένους, οἱονεὶ αὐτό ματόν τινα καὶ ἀτελῆ ζωὴν ἔχοντας, ἀλλ' οὐχὶ ἐκ τῆς φυτεί ας τοῦ ἀληθινοῦ γεωργοῦ πεφυτευμένους, δρυμοὺς ὀνομάζει. Πάντων μέντοι τὸ πῦρ ἅπτεται, ἀρξάμενον ἀπὸ ψυχῆς, λῆγον δὲ ἐπὶ τὰς σάρκας. Τὰ μὲν γὰρ μέχρι ἐνθυμή σεων στάντα ἁμαρτήματα (ὁποῖόν ἐστι τὸ μοιχεῦσαι ἐν τῇ καρδίᾳ ἑαυτοῦ) ἐν ψυχῇ ἐστιν ὕλη, ἀξία τοῦ ὑπὸ πυρὸς κατα βρωθῆναι· τὰ δὲ καὶ μέχρι τῶν ἔργων φθάσαντα, νεμη θέντων τῶν ἁμαρτημάτων ἐπὶ τὰς διὰ σαρκὸς καὶ πράξεως ἐνεργείας, ταῦτα ὑπολαμβάνω ἁμαρτήματα εἶναι. Ἀρξά μενοι μὲν γὰρ ἀπὸ ψυχῆς, λήγοντες δὲ ἐν τῇ καρδίᾳ, οὐδὲ μέχρις αὐτῆς περιορίζονται οἱ πονηροὶ διαλογισμοί· ἀλλ' ἐξέρ χονται καὶ οἱονεὶ διακύπτουσι, περῶντες τὴν σάρκα καὶ ἐκφαινόμενοι πρὸς τὰ ἔξω. Εἰ γὰρ φόνον ἐνεθυμήθη μέν τις ποιῆσαι, οὐκ ἔπραξε δὲ, οὐκ ἐξῆλθεν ὁ φόνος ἀπὸ τῆς καρδίας. Καὶ ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, μὴ φθείρας δὲ τὸν ναὸν τοῦ Θεοῦ, μηδὲ ποιήσας τὰ μέλη τοῦ Χριστοῦ πόρνης μέλη, οἱονεὶ ὅριον τῆς ἁμαρτίας ἑαυτοῦ τὴν καρδίαν ἐποίησεν· ὥστε οὐκ ἐξῆλθεν ἀπὸ τῆς καρδίας τοῦ τοιούτου ὁ πονηρὸς διαλογισμός. Οὕτω καὶ περὶ κλοπῆς ἔστιν εἰπεῖν καὶ περὶ εἰδωλολατρείας καὶ φαρμακείας καὶ ὅσα ἄλλα εἴδη ἁμαρτημάτων, ὅταν μὴ στέγηται ὑπὸ τοῦ σώματος, ἀλλ' ὥσπερ ὑπὸ ἀγγείου ἀραιοῦ ῥέοντα, φέρηται πρὸς τὰ ἔξω. 10.245 Καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιο μένης. Καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν, ἔσονται ἀριθμὸς, καὶ παιδίον γράψει αὐτούς. Μετὰ τὸν ἐμπρησμὸν, τὸν ἀπὸ τοῦ πυρὸς, τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς δρυμοῖς ἐγγινόμενον, τὸ εὐα ρίθμητον λέγει τῶν διασωζομένων. Καὶ οὕτω δὲ (φησὶν) εἰς ἀριθμὸν εὐσημείωτον περιστήσεται αὐτῶν τὸ πλῆθος, ὥστε καὶ ὑπὸ παιδίου, μὴ πάνυ τι μηδὲ πρὸς τὸ ἀριθ μεῖν, μηδὲ γράφειν ἐμπείρως ἔχοντος, δύνασθαι αὐτοὺς ἀπο γραφῆναι. Τάχα δὲ ὁ φεύγων ἀπὸ τοῦ ἐμπρησμοῦ, τῇ μετανοίᾳ φεύγει τὸν πονηρὸν βίον, καὶ τῇ ἐπιστροφῇ τὴν κολάζουσαν σάρκα ἀποδιδράσκει. Πᾶς γὰρ ὁ μετὰ τὸ κατα ληφθῆναι ἐν ἁμαρτήμασι, συναισθόμενος ἑαυτοῦ ἀξίου ὄντος τῆς ἐν ῥάβδῳ καὶ μάστιγι ἐπιστροφῆς (φεύγων τὴν ἁμαρ τίαν, ὡς ὕλην κολάσεως) φεύγει ὡς ἀπὸ φλογὸς καιομένης. Καὶ τότε οἱ καταλειφθέντες ἔσονται ἀριθμὸς, οὐ μόνον διὰ τὸ εὐαρίθμητον (ὡς ἀποδεδώκαμεν) ἀλλὰ καὶ διὰ τὸ λοιπὸν ἄξιοι εἶναι εἰς ἀριθμὸν ἀναλαμβάνεσθαι Ὡς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν εὑρήκαμεν, παιδία καὶ γυναῖκας καὶ γέροντας, ὅσοι τὴν ἄχρηστον ἐν πολέμοις ἔχουσιν ἡλικίαν, καὶ τὸν ἐπίμικτον (ὡς ἀλλότριον τοῦ Ἰσραὴλ) ἔξω ἀφιεμένους τοῦ ἀριθμεῖσθαι, ἀριθμουμένους δὲ τοὺς ἀπὸ εἰκο σαετοῦς καὶ ἐπάνω, δυνατοὺς ἐν πολέμῳ. Καὶ οἱ πρωτότοκοι τοῦ Ἰσραὴλ πάντες ἀριθμοῦνται, ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ὁμοίως καὶ οἱ Λευῖται, ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ οἱ λειτουργοῦντες ἱερεῖς ἕως πεντήκοντα ἐτῶν ἀριθμοῦνται. Ποῖον δὲ παιδίον γράψει τοὺς τοιούτους (οὐχ ὁ ἀνὴρ, οὐδὲ ὁ πρεσβύτης); Οὐδεὶς ἀντερεῖ, τοὺς προεστῶτας ἐν τῇ Ἐκκλη σίᾳ, διὰ τὸ ἐν ἀκακίᾳ διάγειν καὶ διὰ τὸ πιστεύεσθαι παρὰ τῶν ἡμαρτηκότων τὰ ἀπόῤῥητα, ὧν οὐδεὶς μάρτυς, εἰ μὴ ὁ τὰ κρυπτὰ ἑκάστου διερευνώμενος. Οὗτος γράψει τοὺς τοιούτους, οἱονεὶ ἐξαλειφθέντας διὰ τῆς ἁμαρτίας, πάλιν ἐγγράψει τοὺς τὸν ἐμπρησμὸν φυγόντας καὶ τὴν διὰ τῆς μετανοίας κάθαρσιν, οἱονεὶ πῦρ ἀναλωτικὸν τῆς ἐνυπαρχούσης ὕλης τῶν κακῶν, δεξαμένους· γράφει τοὺς τοιούτους. Ἢ τάχα (ἐπειδὴ ἐν βίβλῳ ζωῆς γράφονται, καὶ τοῖς δι καίοις συνεγγράφονται, οἱ ἄξιοι τοῦ ἀριθμεῖσθαι παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου) ἄξιόν ἐστι νοῆσαι γραφέα τῶν σωζο μένων, συναναλαμβάνοντα τοῖς δικαίοις, καὶ ἐγκατατάσσοντα τὰ ὀνόματα τῶν ἐπιστρεφόντων ἀπὸ τῶν πονηρῶν ἔργων ἐν τῇ βίβλῳ τῶν οὐρανῶν. Χαίρετε γὰρ (φησὶν) ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς. Ποῖον οὖν παιδίον ἐν τοῖς οὐρανοῖς γράφειν τὰ ὀνόματα δύναται τῶν