131
εὐδοκίμων, ἢ περὶ οὗ ἐλέχθη, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν; Ἐκεῖνο, τὸ Παιδίον, ὃ οἱ Μάγοι προσεκύνησαν· ἐκεῖνο, ὃ κατῆλθεν εἰς Αἴγυπτον καὶ ἐπανῆλθε πάλιν εἰς τὴν γῆν Ἰσραήλ. Πολλῶν οὖν ἐπινοιῶν οὐσῶν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, ἕν ἐστι τῶν κατ' αὐτὸν νοουμένων, καὶ τὸ Παιδίον, ὃ γράψει τοὺς προσερχομένους διὰ τῆς με τανοίας τῇ τοῦ Θεοῦ ἐπιγνώσει. 10.246 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσε ται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ, τῇ ἀληθείᾳ. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Σαφῶς ταῦτα ἐπὶ τοὺς ἀφισταμένους τῆς πονηρᾶς ἐργασίας καὶ μετατιθέντας ἐπὶ Θεὸν ζῶντα τὴν ἑαυτῶν ἐλπίδα, τὴν ἀναφορὰν ἔχει. Προστιθέμεθα δὲ οἱ ἁμαρ τάνοντες τοῖς πολεμίοις καὶ πεποίθαμεν ἐπὶ τοῖς ἀδι κοῦσιν ἡμᾶς. Πονηρός τις περιέρχεται δαιμόνων στρατὸς, διὰ τῶν τῆς ἡδονῆς δελεασμάτων τὰς ψυχὰς ἡμῶν κατα στρεφόμενος. Τούτοις προστιθέντες, ὥσπερ παῖδες ἀνόητοι τοῖς ἀνδραποδισταῖς, οἳ πολλάκις παίγνιά τινα παιδικὰ προδείξαντες ἐξηπάτησαν τοὺς παῖδας, καὶ πόῤῥω ποιή σαντες τῶν ὀφθαλμῶν τῶν πατρικῶν, διὰ τῆς ἐν ὀλίγῳ τέρ ψεως πικρὰν αὐτοῖς κατεσκεύασαν δουλείαν. Προστιθέντες οὖν κἀκεῖνοι τοῖς ἀδικοῦσι· καὶ ἡμεῖς, τῷ δελεάσματι τῆς ἡδονῆς προσέχοντες, μακρύνομεν ἑαυτοὺς ἀπὸ Θεοῦ καὶ τῇ βαρείᾳ τυραννίδι τοῦ ἀπαραιτήτου δαίμονος ἑαυτοὺς ὑποβάλλομεν· ὃς, ἐπειδὴ κατάκριτός ἐστι τῷ αἰωνίῳ πυρὶ, πολλοὺς φιλονεικεῖ ἔχειν τοὺς συγκαταδικαζομένους αὐτῷ. Περὶ οὖν τῶν μετανοούντων φησὶν, ὅτι οὐκέτι προστεθή σονται οἱ καταλειφθέντες καὶ οἱ σωθέντες, οὐδὲ μὴ ἐπελ πίσωσιν ἐπὶ τοὺς ἀδικήσαντας, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν Ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. Μακάριος, ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστή σας καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν· Ὡς γὰρ Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Μὴ μέν τοι ἀργῶς παραδράμῃς τὴν προσθήκην· Ἔσονται γὰρ (φησὶ) πεποιθότες ἐπὶ τὸν Θεὸν, τὸν Ἅγιον τοῦ Ἰσραὴλ, τῇ ἀληθείᾳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι καὶ δόξῃ ἀνθρωπίνῃ καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλομένῳ· ἀλλὰ δεῖ ἀληθινῶς ἐπανα παύεσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ. Καὶ ἔσται (φησὶ) τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. Σαφῶς ταῦτα ἐπὶ τὸ παρὰ τοῦ Ἀποστόλου ὠνομασμένον Λεῖμμα κατ' ἐκλο γὴν χάριτος τὴν ἀναφορὰν ἔχει, ὡς δηλοῖ τὰ ἐφεξῆς. 10.247 Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμη μένον ποιήσει Κύριος, ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ὀλίγας λέξεις μετατιθεὶς, τούτῳ τῷ ῥητῷ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ὁ Ἀπόστολος συνεχρήσατο. Ἐὰδέ τις ἐπιζητῇ τὴν αἰτίαν, δι' ἣν τὰ μὲν παρῆκε, τὰ δὲ ἐνήλλαξεν ὁ Ἀπόστολος, ἐκεῖνο γινωσκέτω, ὅτι, Ἑβραῖος ὤν, οὐκ ἐδούλευσε ταῖς ἐκδόσεσιν, αἷς ἡμεῖς συγκεχρή μεθα· ἀλλ' ἑρμηνεύσας τὸ ῥητὸν, ὡς αὐτῷ παρέστη, οὕτως ἐκδέδωκε. Καὶ γὰρ φαίνονται καὶ οἱ ἄλλοι μᾶλλον συνδραμόντες τῇ ἀποστολικῇ διηγήσει. Ἡ μέντοι διάνοια τοῦ ῥητοῦ τοιαύτη ἐστίν· Ἄνω εἴρηται, ὅτι καὶ παιδίον γράψει τοὺς διασωζομένους ἀπὸ τῆς ἁμαρτίας. Ἐνταῦθα μηδεὶς θαυμαζέτω (φησὶν) εἰ εἰς ὀλίγους περιστήσεται ὁ τοσοῦτος ἀριθμὸς τοῦ Ἰσραήλ. Μὴ πρόσεχε τῷ πλήθει τῶν ὀνομαζομένων θεοσεβῶν· ἐπεὶ πολλοῖς τὸ ὄνομα τοῦ Χριστοῦ, ὀλίγοις δὲ ἡ τῶν ἔργων μαρτυρία βεβαιοῖ τὴν προσηγορίαν. Ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. Εἴρηται μὲν περὶ τοῦ προτέρου λαοῦ, ὅτι οὐκ ἐν τῷ πλήθει ἐστὶν ἡ σωτηρία, ἀλλ' ἐν τῷ λείμματι, τῷ κατ' ἐκλογὴν