1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

133

μείζοσι τιμαῖς, τοὺς δὲ ὑποδεεστέραις, ἐπειδὴ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. Καὶ ἐπειδὴ πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τοὺς μὲν ἐν ὑπερεχούσαις καὶ ὑψηλοτέραις καταστάσεσι, τοὺς δὲ ἐν ὑποδεεστέραις ἀναπαύσει. Πάντες μέντοι διὰ τιμῆς τὴν ἀνάπαυσιν ἕξουσιν. 11.249 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ. Χεὶρ Κυρίου διαφόρως ἐδείχθη καθ' ἑκάστην γενεὰν, διὰ τῶν δυναμένων χωρῆσαι τὴν ἐνέργειαν τῶν θαυμασίων. Πρότερον μὲν γὰρ τὰ τεράστια ἔδειξεν ἐν Αἰγύπτῳ, εἶτα ἐν τῇ ἐρήμῳ· εἶτα κατὰ τοὺς τοῦ Ἰησοῦ τοῦ Ναυῆ χρό νους, εἶτα κατὰ τοὺς Κριτὰς, καὶ τὰ μεγάλα διακονησα μένους Προφήτας. Νῦν δὲ χεὶρ Κυρίου δείκνυσθαι λέγεται κατὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος ἡμῶν, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύοντος ἐν τῷ λαῷ, καὶ ποιοῦντος τὰ ἐν τῷ Εὐαγγελίῳ κεκηρυγμένα. Ταύτην γὰρ τὴν δύναμιν προσέθηκεν ὁ Κύριος δεῖξαι, ἐπειδὴ τὰ προλαβόντα οὐκ ἐφάνη αὐτάρκη πρὸς τὸ ἐναγαγεῖν εἰς τὴν θεογνωσίαν τὸν ἀπει θοῦντα λαόν. Τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. ∆ιὰ τοῦτο προσθήσει τὴν χεῖρα δεῖξαι, ἵνα εἰς ζῆλον ἀγάγῃ τὸ ὑπόλοιπον τοῦ λαοῦ, ὅπερ λείψανον λέγει εἶναι ἀπὸ τῶν πο λεμίων περισωθέν. Καὶ ἀπαριθμεῖται τὸ πλῆθος τῶν πολεμη σάντων, Ἀσσυρίαν καὶ Αἴγυπτον, καὶ Βαβυλωνίαν, Αἰθίοπας καὶ Ἐλαμίτας καὶ τοὺς ἀπὸ ἡλίου ἀνατολῶν, καὶ Ἄραβας. Πλήρης ἡ ἱστορία· περὶ μὲν Αἰθιόπων λέγουσα, ὅτι Ἐξῆλθε Ζαραὶ, ὁ Αἰθίοψ, ἐν δυνάμει καὶ χιλίαις χιλιάσι καὶ ἅρμασι τριακοσίοις. Καὶ ἐξῆλθεν Ἀσὰ εἰς συνάντησιν καὶ ἐβόησε πρὸς Κύριον καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις. Κατίσχυσον ἡμᾶς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο. Κύριε, ὁ Θεὸς ἡμῶν, μὴ κα τισχυσάτω πρὸς σὲ ἄνθρωπος. Ἀσσύριοι δὲ ἦσαν οἱ αἰχμα λωτεύσαντες, καὶ Αἰγύπτιοι οἱ ἐξ ἀρχῆς καταδουλωσάμενοι, καὶ Ναβουχοδονόσορ ἀπὸ τῆς Βαβυλωνίας. Ἐλαμῖται δέ εἰσι τὸ γένος τῶν Παρθυναίων, ὃ, μετὰ τῶν ἀπὸ τῆς Μεσο ποταμίας Συρίας, πολλάκις ἐπέθετο τῷ Ἰσραήλ. Ἄραβες δὲ, ἔθνος πολέμιον, πάντα τὸν χρόνον ἐκπολεμώμενον τῷ Ἰσραήλ. Πάντων οὖν τούτων πολεμούντων τῷ εὐγενεῖ σπέρματι, οἱ μὲν ἡττῶνται, οἱ δὲ περιγίνονται· Καὶ διὰ τὸ περιγενέσθαι καὶ ἐν πολλοῖς πόνοις γεγυμνάσθαι, οἷόν τι ἆθλον λαμβάνουσι τὴν προσθήκην θεωρῆσαι τῆς δεικνυμένης χειρὸς τοῦ Θεοῦ. ∆ιὸ καὶ ζηλωτοὶ ἔσονται μετὰ τὰς ἀριστείας καὶ τοὺς πό νους. 11.250 Καὶ ἀρεῖ (φησὶ) σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ, καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Ἡ οὖν ῥίζα τοῦ Ἰεσσαὶ, ὁ Ἀναστὰς ἐπὶ τῷ ἄρχειν τῶν ἐθνῶν, οὗτος ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, ἵνα συναχθῶσιν οἱ ἀπολλύμενοι τοῦ Ἰσραήλ. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Τοῦτο δέ ἐστι τὸ σημεῖον, ὃ ἦρεν εἰς τὰ ἔθνη, τὸ ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· Ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ὅπερ φήσεις εἶναι τὸν Σταυρὸν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ τοῖς Ἁγίοις ὁ κόσμος ἐσταύρωται, καὶ αὐτοὶ τῷ κόσμῳ· ἐν ᾧ καὶ λέγει τοῦ σημείου τὴν δύναμιν. ∆ιὰ τί διὰ σταυροῦ ἡ οἰκονομία τῆς ἐνανθρωπήσεως ἐτε λέσθη; Ἵνα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς συναχθῶσιν οἱ σωζόμενοι. Τετραχῆ γὰρ διαιρεῖται τοῦ σταυροῦ τὰ μέρη, ὥστε ἕκαστον ἀπονεύειν πρὸς τὰ τέσσαρα μέρη τοῦ κόσμου. Εἴτε οὖν ἵνα πάντα τὰ μέρη διὰ τῶν μερῶν τοῦ σταυροῦ οἰκονομηθῇ πρὸς σωτηρίαν, διὰ τοῦτο προετιμήθη ὁ διὰ τοῦ σταυροῦ θάνατος· ἢ ὅτι, πρὸ τοῦ ξυλίνου σταυροῦ νοητός τις τῷ κόσμῳ παντὶ συνεσταύρωται, τῶν τεσσάρων μερῶν τοῦ παντὸς εἰς τὸ μέσον συναπτομένων, καὶ τῆς ἐν τῷ μέσῳ δυνάμεως πρὸς τὰ τέσσαρα μέρη περατουμένης. Ἀρθέντος οὖν τοῦ σημείου τούτου, συναχθήσονται οἱ ἀπολόμενοι τοῦ Ἰσραὴλ, καὶ οἱ διεσκορπισμένοι τοῦ Ἰούδα συναχθήσονται ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. Τούτου ἀρθέντος τοῦ σημείου (ἔχοντος δύναμιν καθαιρετικὴν