1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

134

ἀρχῶν καὶ ἐξουσιῶν, ἅστινας ἐθριάμβευσεν ἐν τῷ ξύλῳ, ἀπεκδυσά μενος αὐτὰς καὶ οἱονεὶ ἀποῤῥίψας ὃ εἴχομεν ἀπ' αὐτῶν ὑφασ μένον ἡμῖν ἔνδυμα) ἐξεδύσατο τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ. ∆ιὰ τοῦτο Παῦλος, ἐκ τῶν ἀπολωλότων τοῦ Ἰσραὴλ καὶ διεσκορπισμένων τοῦ Ἰούδα ὑπάρχων, νοήσας τὸ ἀρθὲν ὑπὸ τοῦ Ἰησοῦ εἰς τὰ ἔθνη σημεῖον, προσέδραμε τῷ σταυρῷ, καὶ ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀκολουθεῖ δὲ τῷ συναχθῆναι τοὺς ἀπολομένους τοῦ Ἰσραὴλ (οἵτινες ἐβασιλεύοντο ὑπὸ τοῦ Ἐφραῒμ) καὶ τοὺς διεσπαρμένους τοῦ Ἰούδα (οἵτινες ὑπὸ τῶν ἐκ σπέρματος ∆αβὶδ ἐπολιτεύοντο) τὸ μηκέτι εἶναι ζῆλον τοῦ Ἐφραῒμ κατὰ τοῦ Ἰούδα, μηδὲ ἀνύειν ἔτι τοὺς τοῦ Ἰούδαἐχθρούς· μετὰ γὰρ τὸ ἀρθῆναι τὸ σημεῖον, καὶ συναχθῆναι τοὺς ἀπολομένους τοῦ Ἰσραὴλ (ὅστις λέγεται Ἐφραῒμ) συναχθῆναι δὲ καὶ τοὺς διεσκορπισμένους τοῦ Ἰούδα, Ἀφαιρεθήσεται ὁ ζῆλος τοῦ Ἐφραῒμ, καὶ οἱ ἐχθροὶ τοῦ Ἰούδα ἀπολοῦνται. 11.251 Κατάμαθε δὲ, ὅτι ὁ μὲν Ἰσραὴλ ἀπολωλέναι λέγεται, ὁ δὲ Ἰούδας διεσπάρθαι. Πλὴν ἀλλὰ τῇ κατὰ Χριστὸν συμ φωνίᾳ, τοῦ εἰρηνοποιοῦντος τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν οὐ ρανῷ καὶ ἐν αὐτῷ τὰ πάντα ἀποκαταλλάσσοντος, ἀναιρεῖται τὰ πάθη, τὰ πρότερον ἐκ φιλονεικίας καὶ διαστάσεως ἐνδυνα στεύοντα τῷ βίῳ. ∆ιὰ τοῦτο οὖν Ἐφραῒμ οὐ ζηλώσει τὸν Ἰούδαν, καὶ ὁ Ἰούδας οὐκέτι θλίψει Ἐφραΐμ, ἐπεὶ ἡ ἐν αὐτοῖς πρὸς ἀλλήλους ἔχθρα ἀπολεῖται. Ἔοικε γὰρ μάλιστα ὁ ζῆλος γίνεσθαι τοῦ ἐχθραίνειν ἀφορμὴ τοῖς πολλοῖς. Ζῆλος δὲ νῦν, οὐχ ἡ τῶν καλῶν μίμησις, ἀλλ' ἡ ἐπὶ ταῖς εὐπραγίαις βασκανία παρὰ τῆς Γραφῆς εἴρηται. Τότε οὖν, ἐν συμφωνίᾳ γενόμενοι, Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσι. ∆ιὰ τῆς θαλάσσης καλῶς παρέστησε τοὺς ταχυναυτοῦντας, πτερῷ παρεικάσας τὴν κίνησιν· ὅταν πλήρει τῷ ἱστίῳ, συμμέτρως τοῦ πνεύματος κατὰ πρύμναν ἱσταμένου, ὑπὲρ θαλάσσης φέρωνται. Προνομεύουσι δὲ θάλασσαν, τοῦ δράκοντος περιγινόμενοι καὶ τῶν ὑπ' αὐτῷ τελουμένων, οὓς οἱ Ἀπόστολοι τοῦ Χριστοῦ εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας μετατιθέντες, δικαίως ἂν λέ γοιντο προνομεύειν, οἱονεὶ σκῦλα ἑαυτῶν ποιούμενοι τὰ προ κατεχόμενα ὑπὸ τοῦ αἰχμάλωτον ἀπαγαγόντος τὸν ἄνθρωπον. Θάλασσαν δὲ ἀκουστέον νῦν τὸν τῆς κακώσεως τόπον, ὃν καὶ κοιλάδα τοῦ κλαυθμῶνος ἀλλαχοῦ μεμαθήκαμεν. Πλοῖα δὲ ἀλλοφύλων λέγεται τάχα τὰ σώματα ἡμῶν, διὰ τὸ μὴ ἔχειν οἰκείως πρὸς τὴν ψυχῆς κατασκευήν. Ἡ γὰρ σὰρξ τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, ἀλλ' ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. Οὗτοι δὲ καὶ τὴν Ἰδουμαίαν προνομεύειν λέ γονται, τουτέστι τῶν γηΐνων πραγμάτων ἐπικρατεῖν, καὶ ἐπὶ Μωὰβ ἐπιβάλλειν τὰς χεῖρας. Μωὰβ ἑρμηνεύεται ἐκ πατρός. Πρὸς οὖν αὐτοὺς εἴρηκεν ὁ Κύριος, ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Τούτοις τὰς ἑαυτῶν χεῖρας ἐπιβάλ λουσιν, ἵνα διὰ τῆς ἑαυτῶν ἀγαθῆς πράξεως ὑποχειρίους αὐτοὺς λάβωσιν. Εἶτα Υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. Ἀμμὼν ἑρμηνεύεται, λαὸς μεθ' ἡμῶν. Τάχα πρῶτοι ὑπακού σονται τῷ λόγῳ, οἱ ἐλάττονα τὴν κακίαν ἔχοντες, παρὰ τοὺς πλείονα αὐτὴν καὶ ἐπὶ πλεῖον κεχυμένην ἔχοντας. 11.252 Εἶτα ἐπιφέρει· Καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ὥσπερ ὁ Ἰεζεκιὴλ Αἰγύπτου ποταμοὺς εἶναι λέγει, οὓς Φαραὼ πεποιηκέναι ἀλαζονεύεται, οὕτως ὁ Ἡσαΐας θάλασσαν Αἰγύπτου ὀνομάζει, ἥντινα ὁ ἀγαθὸς Θεὸς ἐρη μώσει. Εὐεργεσία γὰρ ἡ ἀπὸ μοχθηρῶν πραγμάτων ἐν καιρῷ δεκτῷ ἐπαγομένη ἐρήμωσις. Ὥσπερ δὲ Ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου, καὶ ἐπιβαλεῖ ἐπὶ τὸν ποτα μὸν πνεύματι βιαίῳ, οὕτω Καὶ πατάξει τὰς ἑπτὰ τῆς Αἰ γύπτου φάραγγας. Καὶ τότε διαπορεύσεταί τις τὸν Αἰ γύπτου ποταμὸν ὑποδεδεμένος. Τὸ πενιχρὸν σημαίνει τοῦ ὕδατος τοῦ ὑπολειφθέντος τῷ ὕδατι τῷ ποταμίῳ· οὕτω γὰρ ὀλίγον ἔσται (ἢ καὶ παντελῶς ἀποξηρανθήσεται) ὡς μηδὲ ἰκμάδα ὑπολειφθῆναι, δι'