1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

135

ἣν ἀναγκασθήσεταί τις ὑπολυσά μενος ἐμβῆναι τὸν ποταμόν. Ἢ τάχα δὲ, ἐπειδὴ Μωϋσεῖ καὶ Ἰησοῦ ἐλέχθη λῦσαι τὸ ὑπόδημα τοῦ ποδὸς, διὰ τὸ τὴν γῆν, ἐφ' ᾗ εἱστήκεισαν, ἁγίαν εἶναι, μήτοι αὐτὴν δὲ εἶναι τὴν Αἴγυπτον, ἀλλὰ βέβηλον, κελεύονται ὑποδεδεμένοι κατα πατεῖν τὸν ποταμὸν, καὶ μὴ ἀποτίθεσθαι τὰ ὑποδήματα. Ξηραίνεται δὲ βιαίῳ Θεοῦ κεκρατημένος πνεύματι. ∆ιὰ τοῦτο ἀνάξιόν ἐστι τὸ ἔδαφος Αἰγύπτου γυμνὸν δέξασθαι τὸ ἴχνος τῶν διαπορευομένων ἁγίων. Ὅθεν καὶ οἱ τὸ πάσχα ἐσθίοντες, τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ἔχειν ἐκελεύοντο. Ὅπου γὰρ ὄφις δάκνων καὶ σκορπίος, ἔστω τὰ ὑποδή ματα ἐν τοῖς ποσὶν, ἀσφαλιζόμενα τοὺς πόδας οἷς περιβέβλη ται· ἐπειδὰν δέ τις φθάσῃ ἤδη ἐπὶ τὸν ἅγιον τόπον, τότε ὑπολυέσθω ὡς οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς οὓς εἴρηται μηδὲ ὑποδήματα αἵρειν. Καὶ ἔσται τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα, ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου. Καὶ γὰρ τότε μετὰ ὑποδη μάτων παρῆλθε τὴν θάλασσαν τὴν Ἐρυθρὰν, ἐπειδὴ ἐπετί μησεν αὐτῇ ὁ ∆υνατὸς, καὶ ἐξηράνθη. Καὶ τὸν Ἰορδάνην παρῆλθον ποδὶ, ἄβροχον τὸ ἴχνος διαφυλάξαντες, τῷ πᾶσαν ἰκμάδα ὑποφεύγειν αὐτῶν τὴν βάσιν.

12.t ΚΕΦΑΛΑΙΟΝ ιβʹ

12.253 Τότε οὖν ἐρεῖ ὁ λαός· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. Ἀφίεταί τις πολλάκις καὶ ἐγκαταλείπεται, διὰ τὸ ἅπαξ ὑποσυρῆναι εἰς τὰ Αἰγύπτια κακὰ, καὶ χρόνον τινὰ ἀπο λαῦσαι τῆς ἰδίας ἀβουλίας, ἵνα θερίσῃ ἃ ἔσπειρε κακῶς· ὃς, ἐπειδὰν μὴ εἰς τὸ παντελὲς ἐγκαταλειφθῇ, ἀλλὰ τύχῃ τινὸς εὐεργεσίας, ἐρεῖ τὸ Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. Ὅμοιόν ἐστι τούτῳ τὸ Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου. Καὶ μετὰ τοῦτο ἐξάξει εἰς τέλος κρίμα. Οὐ γὰρ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Ὁ δὲ λέγων· Εὐλογήσω σε, Κύριε, ὅτι ὠργίσθης μοι καὶ ἠλέησάς με, αἰσθανόμενος τῆς εὐεργεσίας τοῦ Θεοῦ, καυχήσεται ἐπ' αὐτῇ καί φησιν· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ' αὐτὸν, καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος. Ταῦτα οὐκ ἐροῦσιν οἱ ποιοῦντες τὴν ἐλεημοσύνην ἔμ προσθεν τῶν ἀνθρώπων, οὐδὲ οἱ δόξαν παρ' ἀλλήλων λαμβάνοντες· καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες, καὶ ὅλως οἱ παραβαίνοντες τὴν ἐντολὴν τοῦ λέγοντος· Μὴ γινώμεθα κενόδοξοι. Ἐπειδὴ δὲ ἐπαγγέλλεται ὁ Κύριος, ὅτι Τοὺς δοξάζοντάς με δοξάσω, δηλονότι ὁ καλῶς δοξάζων τὸν Θεὸν, δεδοξασμένος ἐστὶ παρ' αὐτῷ. Οὕτω καὶ Μωϋσέως ἐδοξάσθη τὸ πρόσωπον, ἐπειδὴ καλῶς ᾔδει δοξάζειν τὸν Θεόν. Συμφωνεῖ δὲ τῇ δόξῃ καὶ ἡ αἴ νεσις, ὥστε ὁ καλῶς δοξάζων, καὶ ὑγιῶς αἰνέσει. Καὶ μηδεὶς οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἐχόντων ὑπολήψεις, ὅτι δεκταὶ αὐτοῦ εἰσιν αἱ ἐν ψαλμῳδίαις αἰνέσεις. Τῆς γὰρ αὐτῆς καρδίας ἐστὶ δοξάζειν τε ἐπιτετευγμένως καὶ αἰνεῖν ὑγιῶς. Ἐπεὶ οὖν ἔλεγε τὸ καταλειφθὲν τοῦ λαοῦ ἐν Αἰ γύπτῳ τὸ Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με, οὗτοι, δια βάντες τὴν Αἴγυπτον, ἐροῦσι τὸ Οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 12.254 Μνήσθητι δὲ καὶ τῆς ᾠδῆς, ἣν ἐν τῇ ἐξόδῳ ᾖσεν ὁ λαὸς τοῦ Ἰσραὴλ, ἐξαρχούσης τῆς Μαριὰμ καὶ λεγούσης· Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Ὥστε τὴν παλαιὰν αἴνεσιν ἀνανεοῦνται νῦν οἱ λέγοντες· Ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ἀκολούθως δὲ τῇ αἰνέσει Κυρίου ἀντλεῖ ὕδωρ μετ' εὐφρο σύνης ἐκ τῶν τοῦ σωτηρίου πηγῶν ὁ καλῶς αὐτὸν προσ κυνῶν. Εἰ ἐγκαλεῖται ὁ λαὸς ὁ εἰδωλολατρήσας (τὸ Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος) δηλονότι ὁ πιστεύων εἰς Θεὸν καὶ ἐκ τῆς εἰς αὐτὸν πίστεως τοῖς σωτηρίοις δόγ μασι τὴν ψυχὴν