1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

137

τόπος, ἔνθα συνεχύθη ἡ διάλεκτος τῶν εἰπόντων· ∆εῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ. Ἐκεῖ τοίνυν κατελθὼν ὁ Θεὸς, συν έχεε τὰς γλώσσας· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, σύγχυσις. Χωρίον οὖν συγχύσεώς ἐστιν ὁ Βαβυλῶνος τόπος, οὐ διαλέκτου μόνον, ἀλλὰ καὶ δογμάτων καὶ νοημάτων καὶ τοῦ δοκοῦντος ταῦτα βλέπειν νοῦ. Ἡ μὲν οὖν ὅρασις κατὰ Βαβυλῶνος, οἱονεὶ παραμυθίαν φέρουσα τῷ Ἰσραὴλ, τῷ κακωθέντι ὑπὸ τῶν Βαβυλωνίων. Ὥστε γὰρ μὴ ὀλιγοψυχῆσαι αὐτοὺς, μήτε ἀπογνῶναι τῆς τοῦ Θεοῦ προνοίας, ὡς ἐγκαταλιπούσης αὐτοὺς, προλαβὼν τῇ προφητείᾳ ὁ Ἡσαΐας τὰ μέλλοντα, ἀπαντήσεσθαι σκυθρωπὰ τῇ Βαβυλῶνι διηγεῖται, ἵνα μὴ καταποθῶσιν ὑπὸ τῆς λύπης τῶν παρόντων, ἀλλὰ ῥᾴους γένωνται τῇ προσδοκίᾳ τῶν ἐπερ χομένων. Καὶ γὰρ οὐ μικρὰν φέρει ῥᾳστώνην τοῖς θλιβομέ νοις ἡ μετ' ὀλίγον προσδοκωμένη ἐκδίκησις. Πρόσκειται δὲ τὸ ὄνομα τοῦ πατρὸς τῇ προφητείᾳ, οὐχ ἵνα αὐτὸ τοῦτο γνῶμεν τὸν τῇ γενέσει τοῦ μακαρίου ὑπηρετησάμενον πατέρα, ἀλλ' ὅτι καὶ προφητείας αὐτῷ διδάσκαλος γέγονε, φροντίσας αὐτὸν ἁγιωτέρας καὶ καθαρωτέρας καὶ ἐξαιρέτου παρὰ τοὺς ἄλλους ἀνατροφῆς καὶ παιδεύσεως τυχεῖν. ∆ιὰ τοῦτο ὥσπερ κοινωνὸς τῆς προφητείας συμπαραγράφεται ὁ Ἀμώς. 13.257 Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν ἑαυτοῖς, παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. ∆είκνυσι πῶς Βαβυλὼν ἀναιρεῖται καὶ καταστρέφεται καὶ αἰχμάλωτος γίνεται ἡ δυναστεία τῶν τὴν σύγχυσιν ἐργαζομέ νων. Ἐπειδὰν ἐπ' ὄρος τις ἀνέλθῃ μὴ ἀπόκρημνον, μηδὲ ὀχθῶδες, ἀλλὰ πεδινὸν καὶ ὕπτιον, ὥστε ὕψος μὲν ἔχειν διὰ τὸ ἀνάστημα καὶ τὸ ἀπὸ τῆς γῆς ἐπὶ τὸν ἀέρα δίαρμα, ἀσφάλειαν δὲ παρέχειν τοῖς ἐφισταμένοις, διὰ τὴν ὑπτιότητα. Τὸ γὰρ πανταχόθεν περιεῤῥωγὸς καὶ ἀποτετμημένον ἀκροσφαλεῖς ποιεῖται τὰς στάσεις τῶν ἐπιβαινόντων. Ἵνα οὖν καὶ τὰ ὑψηλὰ περὶ Θεοῦ νοῆτε, καὶ ἀσφαλῶς ταῦτα διηγῆσθε, διὰ μὲν τὸ ὕψος, ἐπ' ὄρους τις ᾖ βεβηκώς, διὰ δὲ τὴν ἀσφάλειαν, ἀπερίτρεπτος διαμένει. Ἐπὶ δὲ τοῦ ὄρους τοῦ πεδινοῦ ἄρατε σημεῖον καὶ ὑψώσατε τὴν φωνὴν, παρακαλεῖτε τῇ χειρί. Ὁ τὰ περὶ τοῦ σταυροῦ κηρύσσων μεγαλοφώνως, αὐτός ἐστιν ὁ ἐπὶ τοῦ ὄρους τοῦ πεδινοῦ αἴρων τὸ σημεῖον. Ὁ τὸν περὶ τοῦ Πάθους λόγον μεγαλῦναι δυνάμενος, οὗτος πληροῖ τὸ πρόσταγμα τὸ προφητικόν, οὐκ ἐν κοιλάσι καὶ φάραγξι διατρίβων, ἀλλ' ἀναβαίνων ἐπὶ τὸ τοῦ λόγου ὕψος, καὶ ἐπ' αὐτὴν τὴν σοφίαν μετὰ ἐξομαλισμοῦ καὶ σαφηνείας τῶν ἀπαγγελλομένων τὸ κήρυγμα παραδιδούς. Ἐπειδὴ δὲ καθ' ἑτέραν ἔκδοσιν ἀναγινώσκομεν Ἐπ' ὄρους νεφώδους, δηλονότι τὸ ὕψος ἑτέρῳ λόγῳ παρίστησι. Νεφῶδες γὰρ τὸ τὴν κορυφὴν ἔχον νέφεσιν ἀεὶ κεκαλυμμένην. Τὸ δὲ τοιοῦ τον ὑψηλὸν καὶ ὑπὲρ πάντα ἀνεστηκός. Ὑψώσατε (φησὶ) τὴν φωνὴν ἑαυτοῖς, τουτέστιν ἐξ ἑαυτῶν λάβετε τὸ ὕψος τῆς φωνῆς· τὰς ἐνυπαρχούσας ὑμῖν ἀφορμὰς πρὸς Θεοῦ δοξολογίαν ἐκ τῶν κοινῶν ἐννοιῶν, ταύτας ἀνα κινήσατε. Μὴ κάτω βλέπετε, μηδὲ τὰ γήϊνα σκοπεῖτε. Οὕτω γὰρ ταπεινὴ γίνεται ἡ φωνὴ τῶν ἐκ τῆς γῆς φωνούντων, τῶν κενολογούντων. Ὁ ἀπὸ τῆς ταπεινοποιοῦ λύπης καὶ ὁ ἀπὸ τοῦ ἀπηγορευμένου φόβου φθεγγόμενος, οὐχ ὑψοῖ τὴν ἑαυ τοῦ φωνήν. Καὶ ὁ ἐπιθυμίαις σαρκὸς ἐν τῷ ἀπαγγέλλειν τὸν λόγον κεκρατημένος, ταπεινὴν ἔχει καὶ μὴ δυναμένην ἐπὶ τὸ ἄνω διακύπτειν τὴν ἑαυτοῦ φωνήν. Πῶς οὖν ὑψοῦται φωνή; Ἐὰν μεγαλοπρεπὴς ᾖς κατεξανιστάμενος τῶν πα θῶν, καὶ κατ' αὐτοὺς τοὺς καιροὺς τῶν πειρασμῶν μὴ ὑπο κύπτων τοῖς πειρασμοῖς, ἀλλὰ τὸ γαῦρον φρόνημα τῆς ψυχῆς διασώζῃς, τότε ὑψοῖς τὴν φωνήν. Παρακαλεῖ δὲ τῇ χειρὶ ὁ τὴν παράκλησιν τοῖς θλιβομένοις δι' ἔργων ἀγαθῶν προφέ ρων, καὶ ἐν ἱλαρότητι τὴν ἐλεημοσύνην ἀποπληρῶν. Ἐὰν ἴδῃς τινὰ ἐπὶ πενίᾳ καταπονούμενον, τῇ μεταδοτικῇ χειρὶ παρακάλει τὸν πένητα. Πλεῖον γὰρ παρὰ ἀσθενεῖ τῇ ψυχῇ ἡ δι' ἔργων μετάδοσις παρακαλεῖν δύναται, ἢ ἡ διὰ λόγων