1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

138

προτροπὴ τοῦ φέρειν πενίαν εὐγενῶς καὶ ἀταπεινώτως. 13.258 Καὶ ἀνοίξατε (φησὶν) οἱ ἄρχοντες. Ἕπεται τῷ παρακαλεῖν τῇ χειρὶ τὸ ἀνοίγειν τὴν χεῖρα, ὅπερ ἐπὶ τῆς μεταδοτικῆς ἐνεργείας ἔθος ἐστὶ τῇ Γραφῇ λαμ βάνειν, ὅταν λέγῃ· Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμ παντα πλησθήσονται χρηστότητος. Ἀνοίξατε οὖν τοὺς οἴ κους ὑμῶν, καὶ τοὺς θησαυροὺς τῆς κτήσεως ἀνοίξατε ξένοις καὶ πένησι· μὴ συνέχετε τὰ προσόντα ὑμῖν εἰς παραμυθίαν τῶν καταπονουμένων. Καὶ τοῦτο ποιεῖτε πρῶτον, οἱ ἄρχον τες, ἵνα διὰ τοῦ ὑποδείγματος καὶ τὸν λαὸν ἐναγάγητε. ∆ύναται δὲ νοηθῆναι καὶ ἐπὶ τοῦ διανοίγειν τὰς Γραφὰς καὶ τὰ κεκλεισμένα ὑποδεικνύναι, ἵνα μή τις γένηται τῷ κρίματι τῶν Φαρισαίων καὶ Γραμματέων ὑπόδικος, οἵτινες ἔχοντες τὰς κλεῖς τῆς βασιλείας, οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς δυναμένους εἰσελθεῖν κωλύουσι. Πρὸς οὖν τοὺς ἄρχοντας δια λέγεται, τοὺς ἔχοντας τὰς κλεῖς τῆς γνώσεως. Τούτου κα τακούσας τοῦ ῥητοῦ ὁ Παῦλος ἔλεγε· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. 13.259 Ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς. Ἡμᾶς χρὴ ἐνεργεῖν τὸ ἡμῖν δυνατόν. Ὁ δὲ ἄγων αὐτοὺς Κύριός ἐστι, καὶ ὁ κατατάσσων ἕκαστον ἐν τῷ σώματι τῆς Ἐκκλησίας πρὸς τὴν ἰδίαν ἀξίαν. Γίγαντες ἔρχονται πλη ρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Ἀπειλεῖ ὁ λόγος πονηρῶν τινων καὶ θεομάχων ἐπιδημίαν εἰς ἐκδίκησιν ἀποστελλομένων κατὰ τῶν ἡμαρτηκότων. ∆ιὰ τοῦτο, προ νοούμενος τῶν φοβουμένων αὐτὸν, ἀνάγει μὲν αὐτοὺς ἐπὶ τὸ καρτερὸν ὕψος τοῦ ὄρους, ἐνασφαλίζεται δὲ αὐτοὺς τῇ ὁμα λότητι τῆς κορυφῆς. ∆ίδωσι δὲ αὐτοῖς φυλακτήριον τὸ σημεῖον, ὑποτιθεὶς αὐτοῖς τὴν διὰ τῶν ἀγαθῶν ἔργων πα ρακαλεῖν τῇ χειρὶ τοὺς θλιβομένους, ἀνοίγειν τὸ στόμα πρὸς διδασκαλίαν τῶν μαθητευομένων, ἵνα φύγωσι τὴν ἐπιδρο μὴν τῶν γιγάντων. Γίγαντες γὰρ, ὡς ἐπὶ τὸ πολὺ, ἐπὶ τοῦ χείρονός εἰσι τεταγμένοι. Τάχα δὲ τοὺς ἐνταῦθα γίγαντας ὠνόμασε σαφέσ τερον ὁ Ψαλμὸς ἀγγέλους πονηροὺς, λέγων· Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. ∆ιὰ τοῦτο δὲ τοιοῦτοι διάκονοι τοῖς ἄξια κολάσεως πεποιηκόσιν ἐπινενόηνται, ἐπείπερ ἀπὸ πολλῆς ὠμότητος μηδεμίαν ἔχοντες πρὸς τοὺς κολαζομένους συμπάθειαν, μηδὲ οἰκτιρμοῦ σπλάγχνα ἀνα λαβεῖν δυνάμενοι, ἐπιχαίρουσι τοῖς ἀνθρώποις μαστιζομένοις καὶ καθυβρίζουσιν αὐτοὺς, οἰκείαν ἀπόλαυσιν ποιούμενοι τὸν πόνον καὶ τὴν ὀδύνην καὶ τὴν λύπην τῶν μαστιγουμένων. 13.260 Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Τάχα τῶν ἐθνῶν τῶν πολλῶν τῶν ἐπὶ τῶν ὀρέων φωνή ἐστιν Ἐκκλησίας. ∆ιὰ τοῦτο καὶ πεδινὸν ὄρος αὐτὴ ἐξελέχθη, ἵνα εὐρυχωρίαν ἔχῃ πρὸς τὴν συλλογὴν τοῦ πλήθους τῶν ἀνα βαινόντων ἐπὶ τὸ ὕψος τῆς γνώσεως τοῦ Θεοῦ. Εἶδεν οὖν ἐν τῷ ὄρει τῷ πεδινῷ πολὺ τὸ πλῆθος πολλαχόθεν συνειλεγμένων, καὶ φωνὴν μίαν ἀφιέντων τῆς πίστεως. Καί φησι τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Προφήτου· Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων (ἐφ' ὧν ἤρθη τὸ σημεῖον) ὁμοία ἐθνῶν πολλῶν. Καὶ μία ἐστὶν ἡ φωνὴ, καὶ ἔοικε φωναῖς πολλαῖς ἐθνῶν. Μία μὲν, κατὰ τὴν συμφωνίαν τῆς πίστεως, πολλαῖς δὲ φωναῖς ἔοικε διὰ τὸ μερισθῆναι γλώσσαις πυρὸς παρὰ τοῦ ἁγίου Πνεύματος ἐφ' ἕκαστον τῶν Ἀποστόλων τῶν μελλόντων τοῖς ἐν τῇ οἰκουμένῃ ἔθνεσιν ἐπισπείρειν τὸ Εὐαγγέλιον. Φωνὴ βασιλέων (φησὶ) καὶ ἐθνῶν συνηγμένων. Τάχα δεῖ τὰ μὲν ἔθνη νοῆσαι ἡμᾶς τοὺς πανταχόθεν συνδραμόντας ἐπὶ τὴν κλῆσιν· βασιλεῖς δὲ, τοὺς ἐκλεκτοὺς ἐν τῇ Ἐκκλησίᾳ, οὓς καὶ υἱοὺς βασιλείας ὠνόμασεν ὁ Κύριος. Ἢ τάχα τὸ πλῆθος ἐμφαίνει τῶν γιγάντων, ὅτι φωνή ἐστι πολλῶν ἐθνῶν καὶ φωνὴ βασιλέων. ∆ιὰ γὰρ τὸ χαίροντας αὐτοὺς καὶ ὑβρί ζοντας τρέχειν ἐπὶ τὴν ἐκπλήρωσιν τοῦ θυμοῦ Κυρίου, τε ταγμένοι εἰς τὴν διακονίαν, μιμοῦνται πολλῶν ἐθνῶν ἦχον, καὶ βασιλέων τινῶν ἐπηρμένων τῷ φρονήματι, ἀγνοοῦντες ὅτι ὑπηρέται κολάσεώς εἰσι, βασανισταὶ τῶν ἁμαρτανόν των· οὐχὶ δὲ οἰκείᾳ ἐξουσίᾳ,