1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

139

οὐδὲ τῷ προσόντι αὐτοῖς ἀξιώματι ταῦτα ἐπάγουσι τοῖς ἀξίοις. 13.261 Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, ἔρ χεσθαι ἐκ γῆς πόῤῥωθεν· ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. Κύριος Σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ. Μὴ φοβηθῇς τὸν τύπτοντα, ἀλλὰ παρακάλει τὸν ἐπιτάσ σοντα. ∆ιδασκέσθωσαν οἱ εἰδωλολάτραι, οἱ λέγοντες θυσίας προσάγειν δαίμοσι πονηροῖς ἐκμειλισσόμενοι αὑτῶν τὴν κακίαν. Κύριος αὐτοῖς ἐντέταλται. Κἂν θεραπεύσῃς, κἂν μὴ, τὸ προστεταγμένον ποιήσει· ὑπερβαίνειν τὰς ὁροθεσίας οὐχ οἷόν τε. Οὔτε ὑφαιρεῖ τῆς πικρίας, οὔτε προστίθησί τι παρ' ἑαυτοῦ, ἀλλὰ τῷ ἐνδιδομένῳ μέτρῳ κέχρηται ἀπα ραιτήτως. Κύριος οὖν ἐντέταλται ἔθνει ὁπλομάχῳ. Ὅπλα ἔχουσιν οἱ πονηροὶ δαίμονες, ἀπεναντίως διακείμενα τῇ κατασκευῇ τῶν ὅπλων τοῦ δικαίου. Ὁ μὲν γὰρ δίκαιος θυρεὸν ἔχει πίστεως, τοῦ δὲ πονηροῦ ὁ θυρεὸς, θυρεός ἐστιν ἀπιστίας· οὗτος μάχαιραν λόγου, ἐκεῖνος μάχαιραν ἀλογίας· οὗτος θώρακι δικαιοσύνης ἠσφάλισται, ἐκεῖνος θώρακι ἀδικίας ἠμφίεσται· τούτου τὴν κεφαλὴν περισφίγγει περικεφαλαία σωτηρίας, ἐκείνῳ περίκειται περικεφαλαία ἀπωλείας· οὗτος τοὺς πόδας ἑτοίμους ἔχει πρὸς τὸ Εὐαγγέλιον τῆς εἰρήνης, ἐκείνου οἱ πόδες τρέχουσι πρὸς τὴν ἀπαγγελίαν τῶν κακῶν. - ̔Οπλομάχῳ οὖν ἔθνει, τούτοις τοῖς ὅπλοις ὡπλισμένῳ, ἐντέταλται Κύριος. Οὗτοι δὲ καὶ ἀπὸ γῆς εἰσι πόῤῥωθεν, ἵνα εἰδῇς ὅτι ἀλλότριοί εἰσι τοῦ βίου τούτου. Οἱ μὲν γὰρ συμπονοῦντες ἡμῖν τὰ πρὸς σωτηρίαν, σύνοικοι καὶ γείτονες, ἐγγύθεν παρεχόμενοι τὴν βοήθειαν, Ἄγγελοι εἰρηνικοί. Οἱ δὲ πρὸς κόλασιν παραλαμβανόμενοι, πόῤῥωθεν ἄγονται, κατακε χρημένου τῇ ὠμότητι αὐτῶν εἰς θεραπείαν ἡμετέραν τοῦ φιλανθρώπου Θεοῦ, ὡς κατακέχρηται ὁ σοφὸς ἰατρὸς τῷ ἰῷ τῆς ἐχίδνης εἰς τὴν τῶν ἀσθενούντων ἴασιν. Τοῖς μὲν τοιούτοις παραδίδοται οὐ τὸ πνεῦμα, ἀλλ' ἡ σὰρξ εἰς ὄλεθρον, ἵνα τὸ πνεῦμα σωθῇ. Ἀλλὰ καὶ Φύγελλος καὶ Ἑρμογένης ὑπὸ τοῦ Παύλου παρεδόθησαν τῷ Σατανᾷ, οὐκ εἰς ἀπώ λειαν, ἀλλ' ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Πῶς οὖν ἀπὸ γῆς πόῤῥωθεν καὶ ἀπ' ἄκρου τοῦ οὐρανοῦ τὸ ὁπλομάχον τοῦτο ἔθνος ἔρχεται; Ἀπὸ γῆς μὲν, ὅτι εἵλετο τὸν περίγειον τόπον καὶ τοῖς γηΐνοις πάθεσι συναναφύρεται· ἀπ' ἄκρου δὲ τοῦ οὐρανοῦ, ὅτι ἐκεῖθεν αὐτῷ ἡ ἐξ ἀρχῆς πτῶσις γέ γονεν. 13.262 Ὀλολύζατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου, καὶ συν τριβὴ παρὰ Κυρίου ἥξει· διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Ἐπειδὴ ἀπειλὴ πρόκειται, αὐτὸν τὸν Κύριον ἥξειν μετὰ τῶν ὁπλομάχων αὐτοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην, διὰ τοῦτο προστέτακται ὀλολυγμὸς καὶ θρῆνος, ἵνα διὰ τού των δυσωπηθῇ ὁ Κύριος ἀποστρέψαι τὴν ἐπαγομένην ὀργήν. Ἀμφότερα γὰρ ποιεῖ ὁ φιλάνθρωπος Κύριος, καὶ τὰ φοβερὰ ἀπειλεῖ, καὶ τοῖς μετανοοῦσιν οὐκ ἐπάγει τὰ ἠπειλημένα. Κλαύσατε καὶ θρηνήσατε ἕκαστος τὰ ἴδια ἁμαρτήματα, μή ποτε πάθητε τὰ κεκηρυγμένα. Εἰ μὴ ἐβούλετο ὁ Θεὸς τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, διὰ τί ἐκηρύσσετο ἐν Νινευῇ ἡ μετὰ τρεῖς ἡμέρας ἀπώλεια; Ἀλλ' ἐπειδὴ εἶδεν αὐτῶν τὸν συντριμμὸν ὁ ἐλεήμων, παρήγαγε τὴν ὀργὴν, καὶ διεσκέδασεν ὥσπερ νέφος. Παρ' αὐτοῦ οὖν τοῦ Κυρίου ἥξει ἡ συντριβὴ, χρησίμως συντρίβοντος τὰ ἀφανισμοῦ ἄξια, ὡς συντρίβει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας τοῦ δικαίου, καὶ συντρίβει πολέμους. Κύριος γὰρ συντρίβων πολέμους· Κύριος ὄνομα αὐτῷ· καὶ Συν τρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, τοὺς μεγαλαυχοῦντας καὶ ἀλαζονευομένους καὶ ὑπεραιρομένους κατὰ τῆς ἀληθείας, Λιβάνου κέδρους προσαγορεύων. Ἐπειδὴ οὖν ἔρχεται συντριβὴ παρὰ Κυρίου, προλαμβάνοντας ἑαυτῶν τὴν μεγα λόφρονα καρδίαν δεῖ συντρίβειν, ἵνα γένηται θυσία τῷ Θεῷ ἡ ταπείνωσις αὐτῆς. Πᾶσα οὖν χεὶρ, καὶ ἡ πρακτικωτάτη καὶ ἡ δραστικωτάτη, ὡς πρὸς Θεὸν καὶ τὰ ἔργα αὐτοῦ, ἐκλυθήσεται· διὸ λέγει· Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Μηδεὶς πεποιθέτω δυνάμει πρὸς τὸ ἀμύνεσθαι τοὺς ἐπερχομένους