140
ὁπλομάχους· μηδεὶς ἐπελπι ζέτω ταχύτητι ποδῶν, ὡς ἀποδρᾶναι δυνάμενος τὴν ἡμέραν τῆς συντριβῆς, ἐν ᾗ ἔρχονται καταφθεῖραι πᾶσαν τὴν οἰκου μένην. 13.263 Πᾶσα γὰρ ψυχὴ ἀνθρώπου δειλιάσει. Καλῶς πρόσκειται τὸ Ἀνθρώπου· οὔτε γὰρ Ἀγγέλων ψυχὴ δειλίᾳ ὑπόκειται (διὰ τὸ ἀνωτέραν εἶναι τοῦ πάθους τούτου) οὔτε δὲ ἡ τῶν ἀλόγων. Οὐ γὰρ ἅπτεται ἡ δειλία τῶν ἀλόγων, πάθος οὖσα τοῦ λογιστικοῦ, καὶ ἔλλειψις τῶν τῆς ἀνδρείας δογμάτων. Πτοήσει μὲν γὰρ ὑπόκειται τὰ ἄλογα· οἱ δὲ λογικοὶ, ἐπειδὰν τὰ μὴ ἄξια φόβου καταπλαγῶσι, τῷ ἐκλείπειν ἐν αὐτοῖς τὸν λόγον (τὸν τὴν εὐτονίαν τῇ ψυχῇ ἐμποιοῦντα πρὸς τὰ δεινὰ) τῷ πάθει τῆς δειλίας ἁλίσκονται. Πολὺς δὲ ὁ χρόνος, ἀφ' οὗ ἡ ἡμέρα Κυρίου ἐγγίζειν λέγεται, πάντων τῶν Προφητῶν διαμαρτυρουμένων αὐτῆς τὴν ἐγγύ τητα, ἵνα μηδεὶς ἀναπεπτωκὼς, ὡς χρονιζούσης αὐτῆς, ἀνέτοιμος καταληφθῇ. Ταῦτα καὶ ὁ Σοφονίας διαμαρτύρεται, Εὐλαβεῖσθε (λέγων) ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, διότι ἐγγὺς ἡ ἡμέρα Κυρίου. Καὶ μετ' ὀλίγα· Ἐγγὺς ἡ ἡμέρα Κυ ρίου, ἡ μεγάλη· ἐγγὺς καὶ καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρά· ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς. Κἂν ἡ κοινὴ δὲ ἡμέρα τῆς τοῦ παντὸς κόσμου συντελείας μακρὰν ᾖ, ἀλλ' ἡ ἰδία ἑκάστου τῆς ἐξόδου (ἥτις ἐστὶ τοῦ καθ' ἕνα ἀνθρώπου συντέλεια) ἐγγὺς πάρεστιν· ἣν χρὴ πρὸ ὀφθαλμῶν ἔχοντας, τηρεῖν τὸ παρὰ τοῦ Ἡσαΐου λεγόμενον· Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου· καὶ πείθεσθε τῷ λέγοντι· Μακάριοι οἱ πενθοῦντες καὶ Μακάριοι οἱ κλαίοντες. Πολλοὶ πρὸς τὰ τοῦ βίου δυσχεραίνοντες πράγματα, ἐπείγουσιν ἑαυτῶν τὴν ἔξοδον καὶ ἐπικαλοῦνται τὸν θάνατον· πρὸς οὓς καλῶς ἔχει τὸ τοῦ Ἀμὼς λέγειν· Οὐαὶ οἱ ἐπιθυ μοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς. Ὃν τρόπον ἄν τις ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκτος· καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὁ ὄφις. Οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος; Εἴ τις οὖν μὴ ἐπῳκοδό μησε τῇ οἰκοδομῇ τοῦ ἑαυτοῦ βίου ξύλα, ἢ χόρτον, ἢ καλά μην, ἐπιθυμείτω τὴν ἡμέραν Κυρίου, ἐν ᾗ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἰ δὲ οὐδεὶς καθαρὸς ἀπὸ ἔργων τῶν ἀπηγορευμένων, φοβείσθω τὴν ἡμέραν ἐκείνην. Εἴ τινος γὰρ (φησὶ) τὸ ἔργον μένει, ὃ ἐποικοδόμησεν, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. 13.264 Ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξου σιν, ὡς γυναικὸς τικτούσης. Καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται· καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσι. Τίνες οἱ πρέσβεις ταρασσόμενοι, ἡνίκα ἂν συνεπιστῇ ἡ τοῦ Κυρίου ἡμέρα; Ἢ δηλονότι ἐκεῖνοι, οὓς ὁ Κύριος διὰ παραβολῶν αἰνίσσεται, ἣν εἶπεν ἐγγὺς γενόμενος τῆς Ἱερου σαλὴμ πρὸς τοὺς δοκοῦντας, ὅτι μέλλει ἡ βασιλεία τοῦ Κυ ρίου ἀναφαίνεσθαι. Ἄνθρωπος γὰρ (φησὶν) εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. Εἶτα εἰπὼν περὶ τῶν δέκα μνῶν, ἃς ἔδωκε τοῖς δέκα δούλοις εἰς τὸ πραγματεύσεσθαι, ἐπήγαγεν· Οἱ δὲ πολῖται αὐτοῦ ἐμί σουν αὐτὸν, καὶ ἔπεμψαν ὀπίσω αὐτοῦ πρέσβεις, λέγοντες, ὅτι Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς. Εὐγενὴς μὲν οὖν ἄνθρωπος, ὁ πρὸς οὐδένα ἄλλον τὴν κοινωνίαν τοῦ γένους, ἢ πρὸς τὸν ἐπὶ πάντων Θεὸν κεκτημένος. Ὡς γὰρ εὐγενεῖς λέ γομεν τοὺς ἀπὸ αἵματος βασιλικοῦ, οὕτως ἀληθινῶς εὐγενὴς, ὁ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχων. Καὶ ὁ κατὰ τὸν Σωτῆρα ἄνθρωπος εὐγενὴς ἂν λέγοιτο. Οὐ μόνον γὰρ κατὰ τὴν θεότητα νοούμενος ὁ Κύριος εὐγενὴς, τὸ καθαρὸν καὶ εἰλικρινὲς καὶ ἀμιγὲς τῇ φύσει ἐν ἑαυτῷ κεκτημένος· ἀλλὰ καὶ κατὰ τὸ ἀνθρώπινον πάντως, γένος ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα. Πορεύεται οὖν εἰς χώραν μακρὰν, οὐ τοσοῦτον τῷ τόπῳ διεστῶσαν, ὅσον τῇ καταστάσει τῶν πραγμάτων. Καὶ γὰρ ὁ αὐτὸς