141
Θεὸς καὶ ἐγγύς ἐστιν ἑκάστῳ ἡμῶν, ὅταν αἱ ἀγαθαὶ πράξεις τὴν πρὸς αὐτὸν οἰκείωσιν ἡμῖν προξενῶσι· καὶ μακρὰν γίνεται, ὅταν ἡμεῖς ἑαυτοὺς διὰ τὸ προσεγγί ζειν τῇ ἀπωλείᾳ μακρύνωμεν ἀπ' αὐτοῦ. Οὗτος ὁ Εὐγενὴς, θεασάμενος τὸν κόσμον ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενον καὶ τῇ πικρᾷ τυραννίδι τοῦ ἐχθροῦ ὑποκείμενον, ἐλεήσας τὴν ἀναρχίαν, κατεδέξατο αὐτῶν βασιλεῦσαι. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πό δας αὐτοῦ. Ἐπεὶ οὖν ἦλθεν εἰς τὸν περίγειον τόπον τοῦτον, (τὴν χώραν, τὴν μακρὰν οὖσαν τοῦ Θεοῦ) ὥστε λαβεῖν τὴν ἐπὶ τὰ ἔθνη βασιλείαν, κατὰ τὸ εἰρημένον ἐν ψαλμῷ· Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, οἱ ὑπὸ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τεταγμένοι (οὐ μόνον ἄνθρω ποι, ἀλλὰ καὶ δυνάμεις αἱ ὑπ' αὐτοῦ στρατευόμεναι) οὐ κατ εδέξαντο αὐτοῦ τὴν βασιλείαν· ἀλλὰ (δόντος αὐτοῦ τὰς ἐν τολὰς καὶ τὴν ἐργασίαν αὐτῶν, καὶ μὴ ἀργὰς ταύτας κε λεύσαντος ἐπ' αὐτοῖς κατακεῖσθαι, ἀλλὰ τὴν ἐργασίαν αὐτῶν ἐπιζητοῦντος) ἔπεμψαν πρέσβεις ὀπίσω αὐτοῦ, ἀρνούμενοι αὐτοῦ τὴν βασιλείαν. 13.265 Τίνες οὖν πρέσβεις, ἀλλ' ἢ οἱ τὸν θάνατον ἐνεργή σαντες τοῦ Σωτῆρος; Οἱ νομίσαντες διὰ τοῦ σταυροῦ δια κόπτειν αὐτοῦ τὴν ἐπὶ τὸν κόσμον βασιλείαν, οἱ λέγοντες τῷ Πιλάτῳ· Μὴ γράφε, ὅτι «ὁ βασιλεὺς τῶν Ἰουδαίων» ἀλλ' ὅτι ἐκεῖνος εἶπε «βασιλεύς εἰμι τῶν Ἰουδαίων». Ἀλλ' ὅμως ἡ πονηρία τῶν κωλυόντων, αὐτοὺς μὲν κατέ κρινε, τῇ δὲ οἰκονομίᾳ οὐκ ἐνεπόδισε. Κρατήσας γὰρ τῆς βασιλείας καὶ διανείμας τοῖς δούλοις κατὰ τὴν ἀξίαν τῆς ἑκάστου αὐτῶν ἐργασίας, ἐκέλευσεν αὐτοὺς φωνηθῆναι, ἵνα γνῷ τί ἐπραγματεύσαντο. Καὶ τῷ μὲν πρώτῳ, δέκα μνᾶς προσεργαμένῳ, ἔδωκεν ἐξουσίαν ἐπάνω δέκα πόλεων· τῷ δὲ δευτέρῳ, πέντε μνᾶς προσπορίσαντι, λέγει· Γίνου ἐπάνω πέντε πόλεων. Τὸν δὲ ἐν σουδαρίῳ ἄπρακτον αὐτὴν ἀποδή σαντα, ἀφαιρεθῆναι προσέταξεν. Ὅτε δὲ τὰ περὶ τοὺς Ἰουδαίους διετάξατο (Καιρὸς γὰρ, φησὶ, τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ) τότε καὶ τοὺς ἐχθροὺς, τοὺς ἀρνησαμένους αὐτοῦ τὴν βασιλείαν, ἐκέλευσεν ἀχθέντας εἰς τὸ μέσον κατασφαγῆναι. Πολλοὶ γοῦν εἰσιν, οἱ ἐν τῷ βίῳ τούτῳ μὴ θέλοντες βασιλεύειν ἐφ' ἑαυτῶν τὸν Χριστόν. Οἱ γὰρ ὑπὸ τὴν πορ νείαν τεταγμένοι καὶ οἱ ὑπὸ τοῦ θυμοῦ κατακρατούμενοι καὶ ὑπὸ τῆς πλεονεξίας δεδουλωμένοι, οὐ θέλουσιν ἐφ' ἑαυ τοὺς βασιλεύειν τὸν Κύριον, καὶ ὅσον ἐπὶ τῇ ἑαυτῶν προ αιρέσει, παραιτοῦνται αὐτοῦ τὴν βασιλείαν. Περὶ τούτων ὁ Ἡσαΐας λέγει, ὅτι Ταραχθήσονται. Ἐπειδὰν γὰρ ἴδωσιν ἐν τῇ δευτέρᾳ ἐπιδημίᾳ τὸν Κύριον οἱ ἐν ἁμαρτίαις ζήσαντες καὶ τὸν εὐαγγελικὸν τρόπον τῆς βασιλείας ἐξουδενώσαντες, Ταραχθήσονται δηλονότι, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης. Τὸ ὀξὺ τῆς ἀλγηδόνος, νυσσούσης αὐτῶν τὴν καρδίαν καὶ κατατιτρωσκούσης ὑπὸ τοῦ συνειδότος τῶν ἁμαρτημάτων, διὰ τῆς ὠδῖνος παρέστησε. Καὶ γὰρ ἡ ὠδὶς δριμεῖά τίς ἐστιν ἀλγηδὼν τοῖς καιριωτάτοις μέρεσιν, ἐν τῷ καιρῷ τῆς κυνήσεως ταῖς τικτούσαις ἐγγινομένη. Καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. Ἴδιον τῶν διατρε πομένων καὶ ἀπροσδοκήτῳ δεινῷ περιπεσόντων, τὸ μετα βαλεῖν τὸ χρῶμα τοῦ προσώπου, ἐρυθραινόμενοι κατὰ τὴν ἐπιφάνειαν καὶ τὸ τῆς ψυχῆς πάθος διὰ τῆς ἐπιφαινομένης μεταβολῆς ἐπισημαίνοντες. 13.266 Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Ἄνω μὲν εἶπεν· Ἐγγὺς ἡ ἡμέρα Κυρίου· ἐνταῦθα δέ· Ἡμέρα Κυρίου ἔρχεται, θεῖναι τὴν οἰκουμένην ἔρημον. Ὁ ἀκριβῶς τηρῶν τὰ ἀποδεδομένα, εὑρήσει ὅτι οὐ περὶ τῆς αὐτῆς ἡμέρας ἀμφότεραι αἱ τῆς προφητείας περικοπαὶ διηγοῦνται· ἡ μὲν γὰρ προτέρα περὶ τῆς ἰδίας ἑκάστου συντελείας, ἥτις ἐγγὺς πάρεστιν· ἡ δὲ ἐν χερσὶ, περὶ τῆς καθολικῆς. Θήσει γὰρ αὕτη τὴν οἰκουμένην ἔρημον, διὰ τὸ ἐπάγεσθαι, ὅτι Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων οὐ δώσουσι φῶς. Τάχα δὲ ἡμέρα λέγεται κυρίως ἐκείνη, διὰ τὸ ἡνωμένον τῆς καταστάσεως· οὐ γὰρ