1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

143

ἥλιος τὴν πορείαν ποιεῖ ται, τοὺς δὲ κατὰ τὸ βόρειον καὶ νότιον μέρος παραπεπη γότας κατωνόμασαν, ὡς ἠβουλήθησαν. 13.268 Καὶ ἀπολῶ (φησὶν) ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερ ηφάνων ταπεινώσω. Ἀγαθοῦ ἔργον ἐστὶ Θεοῦ τὰ φαῦλα ἐξαφανίζειν, ἵνα καθαρὸν ἀπὸ πάσης κακίας τὸ ἑαυτοῦ δημιούργημα ἀπο καταστήσῃ καὶ, ἀπαλλαγὲν ἀπὸ παντὸς ἀῤῥωστήματος, εἰς τὸ κατὰ φύσιν ἐπαναγάγῃ. Ἀλλαχοῦ μὲν γὰρ λέγεται· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, καὶ ὅτι ἡ τοῦ κόσμου σοφία, ἀπατῶσα τοὺς παραδεξαμένους αὐτὴν καὶ νομισθεῖσα εἶναι ἀληθινὴ, ἄγνοιαν ἐμποιεῖ τῶν πρὸς σωτηρίαν δογμάτων. Ἀφανίζεται οὖν ἡ σοφία ἀνατρεπομένη ὑπὸ τῆς ἀληθείας, λυομένων τῶν σοφισ μάτων καὶ τῶν πιθανοτήτων αὐτῆς, ἵνα ῥυσθῇ ἀπὸ ἀπάτης καὶ ψευδοδοξίας ὁ ὑπ' αὐτῆς προειλημμένος. Ὡς οὖν ἀπόλ λυται νόσος ὑπὸ ἰατροῦ καὶ ἀπόλλυται σκότος ὑπὸ ἡλίου, οὕτως ἀπόλλυται ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ ὕβρις ἀνόμων καὶ ὕβρις ὑπερηφάνων ταπεινοῦται. ∆ιὸ καὶ ὁ Ἰακὼβ, εὐλογῶν τοὺς υἱοὺς Συμεὼν καὶ Λευί· Ἐπικατάρατος (φησὶν) ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τὴν πονηρὰν ἕξιν τῆς κατάρας ἐξαναλίσκει, ἵνα τὸ καταλειπόμενον ἐν αὐτοῖς ἄξιον τῆς εὐλο γίας τοῦ πατριάρχου γένηται. Οὕτω δὲ καὶ Νῶε, γνοὺς ὃ ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, εἶπεν· Ἐπικατά ρατος Χαναάν. Καίτοι Χὰμ ἦν ὁ λελυπηκώς· ἀλλ' ὅμως οὐκ αὐτῷ καταρᾶται, ἀλλὰ τῷ γεννήματι αὐτοῦ καὶ τῷ ἔργῳ αὐτοῦ, ὅπερ συμβολικῶς ὀνομάζεται Χαναάν, διότι ἑρμη νεύεται Χαναὰν ὡς σάλος. ∆ιὰ τὸ οὖν ἐν κινήσει τὴν ἕξιν γινομένην τὸ πάθος ἐπιτελεῖν, οὐ τῇ διαθέσει καταρᾶται, ἀλλὰ τῷ ἔργῳ, τῷ ἀπ' αὐτῆς. ∆ύσκολον γὰρ τὸ ἐν καρδίᾳ καθαρὸν ἐν ἀνθρώπου φύσει διασωθῆναι. ∆ῆλον δὲ, ὅτι ἀφανίζων τὴν ὕβριν τῶν ὑπερηφάνων, οὐχ ἓν μόνον τῶν κακῶν ἐξαναλίσκει, ἀλλ' ἀπὸ ἑνὸς ἁμαρτή ματος διατατικῶς, ἐφ' ὅλα τὰ εἴδη τῆς κακίας ἐξακούειν προσήκει τῆς ὕβρεως. Οἱ γὰρ ἄνομοι ἐξυβρίζουσι μὲν εἰς τὸν ναὸν, ἐξυβρίζουσι δὲ εἰς τὸν πλησίον, ἐξυβρίζουσι δὲ εἰς τὸ κατ' εἰκόνα τοῦ Κτίσαντος, καὶ διὰ τῆς εἰκόνος ἡ ὕβρις ἀνα βαίνει ἐπὶ τὸν Κτίσαντα. Ὥσπερ γὰρ ὁ βασιλικὴν εἰκόνα καθυβρίσας, ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται, οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ ὁ τὸν κατ' εἰκόνα γεγενημένον καθυβρίζων. Ὑβρίζει δὲ πρὸ πάντων καὶ ἑαυτὸν ὁ πόρνος, διὰ τῆς φθορᾶς· ὁ μοιχὸς, διὰ τοῦ ἔργου τῆς αἰ σχύνης· ὁ κλέπτης, διὰ τῆς ταπεινῆς καὶ αἰσχρᾶς καὶ ἀν ελευθέρου πράξεως· ὁ ψεύστης, διὰ τοῦ ἀρνήσασθαι τὴν ἀλήθειαν· ὁ ἐπίορκος, διὰ τῆς ἀπὸ Θεοῦ ἀλλοτριώσεως. Ὥστε πᾶσα ἁμαρτία ὕβρις ἐστὶ καὶ ὕβρεώς ἐστι βλάστημα, πρώτου ἁπτομένη τοῦ ὑβριστοῦ. Ταπεινώσει δὲ καὶ τὴν ὕβριν τῶν ὑπερηφάνων, διότι καὶ ἡ ὑπερηφανία ἀδελφὴ τῆς ἀνομίας ἐστίν. Ὁ γὰρ ἄδικος ὑπερη φανεῖ τὴν δικαιοσύνην καὶ κατεπαίρεται αὐτῆς· καὶ ὁ ἀκό λαστος κατὰ τῆς σωφροσύνης λαλεῖ, ὅταν διαπτύῃ τὸν ἀκριβῆ ἐν πᾶσι παρατετηρημένον καὶ τὴν μέχρις ὀφθαλμῶν κίνησιν παιδαγωγοῦντα. Ὁ ἄσωτος τὸν ἐν διαίτῃ μέτριον, ὁ ἄφρων καταχλευάζει τοὺς περιττοὺς ἐν σοφίᾳ καὶ φιλοπόνως πανταχόθεν ἑαυτοῖς συλλέγοντας τὰ μαθήματα. Ὁ οὖν ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος καὶ ταπεινῶν ἁμαρτω λοὺς ἕως γῆς, οὗτος ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν. Ὁ οὖν ταπεινῶν τοὺς ὑπερηφάνους, ῥύεται μὲν αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὅστις ἐστὶ πατὴρ τῆς ὑπερηφανίας, ἐνάγει δὲ αὐτοὺς πρὸς τὸ μαθητεύε σθαι τῷ εἰπόντι· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. 13.269 Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος, ὁ ἐκ Σουφείρ. Μετὰ τὸ ἐπαχθῆναι τοὺς μεγάλους πειρασμοὺς καὶ ἐλθεῖν τοὺς ὁπλομάχους τοὺς ἐξαφανίζοντας τὴν οἰκου μένην καὶ μετὰ τὸ ταπεινωθῆναι πᾶσαν ὑπερηφανίαν, τότε οἱ εὑρισκόμενοι ἄνθρωποι ἐκ πολλῶν, μηδὲν βλαβέντες τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τοὺς ἀνόμους κοινωνίας, ἀλλὰ διὰ