1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

144

μυρίων πειρασμῶν καὶ δοκιμαστηρίων ἐξετασθέντες, βάσανον τῆς ἑαυτῶν προαιρέσεως ἀκριβῆ δεδωκότες, παντὸς ἀπύρου χρυσίου ἔσονται τιμιώτεροι καὶ παντὸς λίθου τι μιωτάτου, ὃς δοκεῖ ἐν τῇ Σουφεὶρ εὑρίσκεσθαι. Ἔοικε δὲ χώραν τινὰ λέγειν ἐν τῷ ἔθνει τῷ Ἰνδικῷ τὴν Σουφεὶρ, περὶ ἣν οἱ πολυτίμητοι τῶν λίθων πεφύκασι γίνεσθαι. Ἄπυρον δὲ χρυσίον, τὸ μηδεμίαν ἀμφιβολίαν ὕλης ἀλλο τρίας ἔχον ἐν ἑαυτῷ, ἀλλ' ὁμοῦ τῷ φανῆναι, πεῖθον τὴν ὄψιν τῶν ὁρώντων, ὅτι δόκιμόν ἐστι καὶ ἀμιγὲς χαλκοῦ, ἤ τινος ἄλλης ἐπιπλοκῆς. 13.270 Ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ, ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. Πᾶσα ἡ κτίσις συγκινεῖται τῷ ∆εσπότῃ ἐπὶ τὴν ἐκδί κησιν τῶν εἰς αὐτὸν ἡμαρτηκότων. Ὥσπερ γὰρ ἐξίσταται ὁ οὐρανὸς καὶ φρίσσει ἐπὶ ταῖς ἀπροσδοκήτοις παρανομίαις τοῦ λαοῦ, ὅταν ἐγκαταλείπωσι τὸν Κύριον, οὕτως, ἐπειδὰν συμπληρωθῶσιν αἱ ἁμαρτίαι τῶν ἀποστατησάντων καὶ ἔλθῃ ὁ καιρὸς τῆς ἀνταποδόσεως, θυμοῦσθαι λέγεται καὶ συνδια νίστασθαι τῇ ὀργῇ τοῦ Θεοῦ. Θυμὸν δὲ οὐρανοῦ νοεῖν χρὴ τὰ ἀπ' αὐτοῦ φοβερὰ ἐπιπίπ τοντα τοῖς κολαζομένοις, ὅταν σκότωσις μὲν γένηται τῶν ἀστέρων, ἀφεγγὴς δὲ ὁ ἥλιος καὶ ἡ σελήνη οὐκέτι πεφωτι σμένη· ὅταν σκηπτοὶ διατρέχοντες καὶ βρονταὶ φοβερῶς κα ταῤῥηγνύμεναι· ὅταν ὁ ὑπὲρ κεφαλῆς ἀὴρ ἐσκοτισμένος ὑπάρχῃ, ὡς πανταχόθεν ἀπαραμύθητον εἶναι τοῖς τῇ ὀργῇ παραδεδομένοις τὴν βάσανον. Ἡ γὰρ κτίσις, τῷ Ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται μὲν εἰς κόλασιν κατὰ τῶν ἀδίκων, ἀνίεται δὲ εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπ' αὐτῷ πεποιθότων. Ταῦτα δὲ γίνεται διὰ θυμὸν ὀργῆς Κυρίου. Θυμὸν δὲ ὀργῆς λέγειν τῇ Γραφῇ σύνηθες τὴν ἀναθυμίασιν καὶ οἱονεὶ ἔξαψιν τῆς ἐπὶ τῇ ἀνταποδόσει τῶν πονηρῶν ἔργων γινομένης κολάσεως. 13.271 Ἡ δὲ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς. ∆είκνυσιν ὅτι οὐκ ἐπιπόλαιος, οὐδὲ συνήθης ὁ σεισμὸς ἔσται, περὶ τὴν ἐπιφάνειαν τοῦ βρασμοῦ γινομένου, ἀλλ' αὐ τὴν τὴν ἕδραν αὐτῆς ἀναστρέφει, καὶ ὁ κλόνος αὐτῆς δι' ὅλου ἅψεται. Θεμέλια δὲ γῆς ἄγνωστα ἀνθρώπου φύσει, ὡς μεμαθήκαμεν ἐν τῷ Ἰὼβ, τοῦ Κυρίου λέγοντος· Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Ἀπάγγειλον δέ μοι, εἰ ἐπί στασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; Ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; Ἐπὶ τίνος οἱ κρίκοι αὐ τῆς πεπήγασι; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐ τῆς; Ἤπου κατὰ τὴν τῶν ἔξωθεν ὑπόληψιν ἐθεμελίωσεν ὁ Κύριος τὴν γῆν, ἐν τῷ κέντρῳ τῆς περιεχούσης τὸν κό σμον σφαίρας, ὡς διὰ τὴν ἰσοῤῥοπίαν αὐτῆς ἴσον ἀπεχούσης πανταχόθεν τοῦ οὐρανοῦ, βεβηκέναι ἀσφαλῶς καὶ ἐρηρεῖσθαι ἀκλινῶς. Εἰ δὲ οὕτως ἐστήρικται βεβαίως ἡ γῆ, δηλονότι ἐκ θεμελίων κινουμένη, ἀπὸ τῆς ὑπαρχούσης αὐτῇ βάσεως μετατεθήσεται. Ἐπειδὴ δὲ τὸ θυμοῦσθαι ἴδιόν ἐστι τῶν λογικῶν καὶ ἐμψύχων, ἤδη τινὲς ἐφαντάσθησαν καὶ τὸν οὐρανὸν ἔμψυχον εἶναι καὶ λόγῳ κεχρῆσθαι, ὡς δύνασθαι καὶ εἰς ἀγανάκτησιν τῷ ∆εσπότῃ συνδιαναστῆναι. Ἔστι δὲ μυθικὸν ἀνάπλασμα τὸ τοιοῦτον· Πολλάκις γὰρ ἡ Γραφὴ μετωνυμικῶς οὐρανὸν ὀνομάζει τὰ ἐπουράνια ζῶα, ὡς ἔθος καὶ παρ' ἡμῖν λέγειν· ἡ πόλις ἐκβέβηκε πᾶσα· καὶ ἡ πόλις ᾔτησε παρὰ τοῦ ἄρχοντος τόδε· ἀντὶ γὰρ τῶν ἐνοικούντων τὴν πόλιν λέγο μεν. Οὕτως οὖν καὶ ὁ οὐρανὸς θυμοῦται, τῶν οὐρανίων δυνάμεων συντιθεμένων τῇ δικαία ὀργῇ τοῦ Θεοῦ. Ὡς γὰρ χαρὰ γίνεται ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, οὕτω καὶ παροξυσμὸς καὶ λύπη ἐπὶ τοῖς ἀποστατοῦσι διὰ τῆς ἁμαρτίας τοῦ κτίσαντος. 13.272 Καὶ ἔσονται οἱ καταλελειμμένοι, ὡς δορκάδιον φεῦ γον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συν άγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. Ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται· καὶ οἵτινες συνηγμένοι εἰσὶ, μαχαίρᾳ πεσοῦνται. Καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐ τῶν ἕξουσιν. Ἐν τῇ ἐφόδῳ τῶν πολεμίων, οἱ μὲν εἰς χεῖρας ἐλθόντες,