1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

145

ἐπ' αὐτῆς τῆς παρατάξεως ἔπεσον· οἱ δὲ διαφυγόντες, ὡς δορκάδιόν εἰσι φεύγοντες. Εὐπτόητον δὲ τὸ ζῶόν ἐστι καὶ δειλὸν, καὶ δι' ὀξύτητα τῶν ποδῶν ἐπὶ πολὺ φεῦγον, καὶ οὐχ ἱστάμενον. Ἔσονται οὖν ὡς δορκάδιον καὶ ὡς πρό βατον πλανώμενον. Καὶ γὰρ οὐδεμίαν οἰκείαν σύνεσιν ἔχει τὸ πρόβατον πρὸς τὸ ὁρμῆσαι μὲν ἐπὶ τὰς τροφίμους νομὰς, αὐλισθῆναι δὲ ἐν τόποις ἀσφαλεστέροις, ἢ ποτὸν ἑαυτοῖς ἐκζητῆσαι, ἐὰν μή τις ᾖ ὁ ποιμαίνων καὶ ἐπὶ ταῦτα καθη γούμενος. Ἔσονται οὖν οἱ τότε, διαφεύγοντες μὲν ὡς δορ κάδες, ἀβοήθητοι δὲ ὡς τὰ πρόβατα τὰ πλανώμενα, τῷ μὴ εἶναι αὐτῶν ἄρχοντα. Καὶ οὐκ ἔσται ὁ συνάγων, ἀλλ' οἱ μὲν δειλοὶ σπαρήσονται ὑπὸ τῶν διωκόντων, οἱ δὲ κατα λειφθέντες ἡττηθήσονται ὑπὸ τῶν πολεμίων· κἂν δυνηθῶσι συστῆναι καὶ κοινωνίαν τινὰ βοηθείας ποιήσασθαι, ἀλλ' οὖν μαχαίρᾳ πεσοῦνται. Εἶτα λέγει τὰ ἐλεεινὰ πάθη τῶν ἐξανδραποδιζομένων. Τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐν τοῖς ὀφθαλμοῖς τῶν γονέων καὶ τὰς οἰκίας αὐτῶν διαρπάσονται καὶ τὰς γυναῖκας ἐφ' ὕβρει πρὸς ἑαυτοὺς μεταστήσουσιν. 13.273 Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανί σκων συντρίψουσι καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσουσιν· οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐ τῶν. [Πολλοῖς ὕστερον χρόνοις, ὡς ἡ ἱστορία παραδέδωκεν, οἱ Μῆδοι τῇ ἀρχῇ τῇ τῶν Ἀσσυρίων ἐπέθεντο καὶ κατεστρέ- ψαντο Βαβυλῶνα· ἔστι μὲν οὖν ἡ προφητεία τοῦ Ἡσαΐου πρὸ πολλῶν γενεῶν τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας· πάλιν δὲ μετὰ τὸν Ἰσραὴλ πολλοῖς ὕστερον ἔτεσι φαίνονται οἱ Μῆδοι, ἐπιστρατεύσαντες τοῖς Ἀσσυρίοις]. Παραμυθία οὖν τῶν αἰχμαλωτιζομένων ἡ προσδοκία τῆς ἐκδικήσεως μετ' οὐ πολὺ καταληψομένης τὸν λαὸν τὸν κακώσαντα τὸν Ἰσραήλ. Ἐπεγερῶ (φησὶν) ὑμῖν τοὺς Μήδους, οἵτινες οὔτε ἀργυρίῳ παραπεισθήσονται, οὔτε χρυσίῳ. Οὐδὲ δυνήσεσθε ὑμεῖς, οἱ Βαβυλώνιοι, τῇ περιουσίᾳ τοῦ πλούτου ἐξωνήσασθαι παρ' αὐ τῶν τὸ μηδὲν παθεῖν. Οὐδὲ γάρ εἰσιν ἐπτοημένοι περὶ χρήματα, τῷ καὶ αὐτοὶ ὑπερπλουτεῖν. ∆ιόπερ οὐδὲ ἐν τοῖς πολέμοις περισπῶνται ὑπὸ τῆς νεκροσυλίας, οὐδὲ ἀσχο λοῦνται περὶ τὴν λείαν καὶ τὸ λαμβάνειν παρὰ τῶν ἑαλω κότων ἀγενὲς οἴονται. Ἀλλὰ τὴν τοξείαν τῶν παρ' ὑμῖν νεανίσκων συντρίψουσι καὶ οὐδένα οἶκτον, οὐδὲ φειδῶ ποιή σονται τῶν νηπίων. Τὸ δὲ Μήδων ὄνομα μεταλαμβανόμενον σημαίνει ἀπὸ ἱκανοῦ. Οὐκοῦν ὁ Ἱκανὸς ἐν πᾶσι καὶ δυνατὸς ἐπάγειν τὰ πρὸς ἀξίαν, οὗτος κινεῖ τοὺς Μήδους. Ἢ τάχα, ἐπειδὴ ὁ Μαδαεὶ κτίστης ἐστὶ τῆς Μηδείας, ἑρμηνεύεται δὲ οὗτος ἐκμέτρησις, λέγοιντο ἂν οἱ Μῆδοι ἐπάγεσθαι εἰς τὸ κολάζειν ἐμμέτρως τοὺς κακῶς βεβιωκότας, διότι ᾧ μέτρῳ ἕκαστος ἡμῶν μεμέτρηκεν, ἤτοι ἐν τῷ κατορθοῦν, ἢ ἐν τῷ ἁμαρτά νειν, ἐν τούτῳ ἢ τὰ τῆς ἀμοιβῆς, ἢ τὰ τῆς κολάσεως ἀπο λήψεται. Τοιοῦτοι δὲ οἱ Μῆδοι· οὐκ ἐλεήσουσι τὰ τέκνα τῶν Βαβυλωνίων, οὐδὲ περιποιήσασθαι καταδέξονται. Τάχα δὲ τέκνα τοὺς καρποὺς καὶ τὰ γεννήματα τῆς Βαβυ λωνίων ψυχῆς νῦν φησιν ἡ Γραφή. Τοιαῦτα νομίζω εἶναι καὶ τὰ τοῦ μακαριζομένου παρὰ τῷ Ψαλμῷ τέκνα, ἐν ᾧ ἡ μὲν γυνὴ ἡ σοφία ἐστὶν, ἥντινα ἐκζητήσας νύμφην ἠγάγετο καὶ σύνοικον ἑαυτῷ ὁ Κύριος, γενόμενος ἐραστὴς τοῦ κάλλους αὐτῆς· οἱ δὲ υἱοὶ, τὰ γεννήματα τοῦ νοῦ καὶ τῆς σοφίας ἅμα συνελθόντα. Περὶ τούτων οἶμαι τῶν τέκνων εἰρῆσθαι ἐν τῷ ρλ ϛʹ Ψαλμῷ· Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος· μακάριος, ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν. Μακάριος, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Ταύτην γὰρ προβλέπει τὴν ἡμέραν τῆς ἀνταπο δόσεως, καθ' ἣν οἱ Μῆδοι, κρατήσαντες τῶν Βαβυλωνίων, οὐκ ἐλεήσουσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις αὐτῶν φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Σκόπει δὲ ὅτι ὁ Ψαλμὸς μακαρίζει, οὐ τὸν ὁπωσδήποτε τέκνον Βαβυλώνιον ἀνελόντα, ἀλλ' ὅτι πρῶτον μὲν θέλει τὰ νήπια αὐτῶν ἀφανίζεσθαι τὰ ἀρτιγενῆ, μὴ ἐπιτραπέντα ἐλθεῖν εἰς αὔξησιν, ἵνα μὴ ἐπὶ πλεῖον χωρήσῃ τῆς πονηρίας· δεύτερον δὲ, ὅτι οὐχ οἵῳ δήποτε τρόπῳ ἀναιρεθῆναι.