1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

146

Μακα ρίζει γὰρ τὸν κρατήσαντα καὶ περιγενόμενον τῇ ἑαυτοῦ σοφίᾳ τῆς τεκνογονίας τοῦ συγκεχυμένου νοῦ, ὅστις ὀνομάζεται Βαβυλώνιος, ἔπειτα δὲ προσαράσσων αὐτὰ τῇ πέτρᾳ. Ἡ πέτρα δὲ καὶ ἐν τούτῳ ὁ Χριστός ἐστιν· ὁ γὰρ συγκρούων τὰ φαῦλα δόγματα τῷ λόγῳ τῆς ἀληθείας, οὗτός ἐστιν ὁ τὰ Βαβυλώνια νήπια τῇ πέτρᾳ προσεδαφίζων. Εἰ οὖν τέκνα Βαβυλῶνος, τὰ τῶν ἑτεροδόξων δόγματα (συγχέοντα τὴν ψυχὴν τοῦ παραδεχομένου) καλῶς τὸ Βαβυλώνιον τέκνον κρατηθὲν ἐδαφίζοιτο πρὸς τὴν πέτραν. 13.274 Καὶ ἔσται Βαβυλὼν, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γό μοῤῥα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθω σιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαι μόνια ἐκεῖ ὀρχήσονται· καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ, καὶ αἱ ἡμέραι αὐτῆς οὐ μὴ ἐφελκυ σθῶσιν. Ἐπὶ τούτοις διηγεῖται τὴν ταπείνωσιν τῆς Βαβυλῶνος. Καὶ ἐπειδὴ σφοδροτέραν ποιεῖται τὴν ἐνέργειαν ἡ ὑπόμνη σις τῆς πρὸ τούτου δόξης, δείκνυσιν ἀπὸ οἵας καταστά σεως εἰς οἵαν ἦλθε μεταβολήν. Καὶ ἔσται (φησὶ) Βα βυλὼν, ἣ καλεῖται ἔνδοξος. Ὥσπερ ἴδιον ἐπώνυμον ἐγένετο τοῦτο, καὶ πάντες αὐτὴν μετὰ προσθήκης ὠνόμαζον· Βα βυλὼν ἡ ἔνδοξος. Ἐποίει δὲ αὐτὴν περιβόητον ὁ βασιλεὺς τῶν Χαλδαίων, τῷ πολλοὺς καταστρεψάμενος εἰς αὐτὴν μεταθεῖναι τῶν ἑαλωκότων τὴν δύναμιν, καὶ μεγάλα μὲν αὐτῇ περιβαλεῖν τείχη, πολλὴν δὲ στρατιωτικὴν δύναμιν ἐξαρτύσασθαι, λαμπροῖς δὲ οἰκοδομήμασιν αὐτὴν ἐξᾶραι. Αὕτη τοίνυν καταστραφήσεται Ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. Τάχα δὲ περιορίζει τὴν καταστροφὴν αὐτῆς καὶ τὴν ἐρήμωσιν χρόνῳ τινί, διὸ οὐκ εἶπεν ἀπολύτως «καὶ καταστραφήσεται εἰς τὸν αἰῶνα», ἀλλὰ προσέθηκεν· Εἰς τὸν αἰῶνα χρόνον. ∆ηλοῖ δὲ καὶ τὰ ἐφεξῆς, ὅτι οὐ παντελῆ αὐτῆς προαγορεύει τὴν ἐρήμωσιν· Οὐ γὰρ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, ὡς ἐν πολλαῖς γενεαῖς τῆς ἐρημώσεως γενησομένης, μετὰ δὲ ταῦτα πάλιν οἰκιζομένης. 13.275 Οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ. Σκυθρωπὴν ἐρήμωσιν ὑπογράφει ὁ λόγος, ὅτι οὕτως ἔσται ἔρημος, ὥστε μηδὲ ποιμέσι σκέπην ἐν αὐτῇ εὑρίσκεσθαι, μηδὲ Ἄραβας, τοὺς τὴν ἔρημον οἰκοῦντας. Οἳ πάντα λεηλα τοῦντες καὶ λῃστεύοντες διερευνῶνται πόλεις καὶ κώμας, οὗτοι οὐκ εἰσέρχονται, διὰ τὴν ἀπόγνωσιν αὐτῆς τῷ μήτε οἰκοῦντας εἶναι, μήτε εὑρίσκεσθαί τι τῶν πρὸς βίον. Ἀλλ' ἔσται (φησὶ) καταγώγιον θηρίων, ἐμπλησθήσονται δὲ αἱ οἰκίαι ἤχου. Ὑπερβολὴν τῆς ἐρημώσεως ὁ ἦχος σημαίνει· φωνὴ γάρ ἐστιν ἀνακλωμένη ὁ ἦχος, ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων ἐπὶ τὸν προέμενον πάλιν ἐπανιοῦσα· Ἥτις ἐν μὲν ταῖς ἐρημίαις εὐήχως ἐπανακάμπτει· ἐν δὲ ταῖς οἰκουμέναις πόλεσιν ἢ κώμαις, ὑπό τε τῶν παραφερομένων σκευῶν τοῦ ἀέρος δια κοπτομένου καὶ ὑπὸ τῆς ἐκ πλαγίου παρεμπιπτούσης φωνῆς καταθραυομένη, ἀποτελεῖσθαι οὐ συγχωρεῖται. Ἐκεῖ τοίνυν αἱ οἰκίαι ἤχου ἐμπλησθήσονται. Ἐρημώσεως σύμβολον ὁ ἦχος. Ἀναπαύσονται δὲ ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχή σονται· καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι, καὶ νοσσοποιή σουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Σειρῆνας ὁ μὲν ἔξωθεν λόγος παραδέδωκε γυναῖκάς τινας μελῳδούσας· ἐνταῦθα δὲ δαιμόνων ἔοικεν ὄνομα εἶναι· διὸ Ἀκύλας τὰς σειρῆνας στρου θοκαμήλους εἶπε. Φιλέρημον δὲ τὸ ζῶον καὶ ταῖς ἀγονω τάταις ψάμμοις, ὡς τὰ πολλὰ, ἐμφωλεῦον. Τὴν οὖν ὑπερ βολὴν τῆς ἐρημίας ὁ λόγος διὰ τῆς τῶν στρουθοκαμήλων σκηνώσεως παραδίδωσι. Τοὺς δὲ ὀνοκενταύρους, οὓς εἶπον οἱ Ἑβδομήκοντα, τριχιῶντας ὠνόμασεν ὁ Ἀκύλας. ∆αιμό- νων τι γένος ἔοικε παριστᾷν, κάθυλον καὶ ἐσκοτισμένον τῇ ἐπιφανείᾳ, ὧν ἔργον ἐστὶ