1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

147

τὸ ἄστατον καὶ τὸ μηδέποτε ἑστῶσι τοῖς ποσὶ, μήτε τῇ διανοίᾳ κεχρῆσθαι. Καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι. Καὶ τοῦτο ἕτερον εἶδος δαιμόνων ἔοικεν ἡ Γραφὴ παριστᾷν, ὅπερ Σίειν ὠνό μασαν, αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν μεταθέντες οἱ λοιποί. Ἐκεῖ δὲ καὶ ἐχῖνοι (φησὶ) τοὺς οἴκους αὐτῷ ποιήσουσι. Πάντα φιλέρημα ζῶα διηγεῖται ὁ τόπος, ὡς οἰκειωθησόμενα τῇ Βαβυλῶνι μετὰ τὴν ἐρήμωσιν. 13.276 Ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ, καὶ αἱ ἡμέραι αὐτῆς οὐ μὴ ἐφελκυσθῶσιν. Ἠπειγμένην λέγει τὴν καταστροφὴν τῆς Βαβυλῶνος, καὶ οὐδεμίαν παράτασιν τῶν ἠπειλημένων. Ἐπειδὴ δὲ ἠπείληται καταστρέφεσθαι Βαβυλὼν ὡς Σώδομα, εἰδέναι ἡμᾶς δεῖ, ὅτι πολλαὶ αἱ ἑρμηνεῖαι τοῦ ὀνόματος Σο δόμων. Ἑρμηνεύεται γὰρ τὸ αὐτὸ ὄνομα καὶ τύφλωσις καὶ στείρωσις, καὶ ἑστῶσα σιωπὴ καὶ ὁμοίωμα, καὶ ἔκκλησις καὶ θεμέλιος αὐτῶν. Γόμοῤῥα δὲ μεταλαμβάνεται εἰς μέτρον καὶ εἰς στάσιν. Πάντων δὲ οὐχ ἡγοῦμαι χρῄζειν τὸν βουλό μενον ἑρμηνεῦσαι, πῶς ἡ Βαβυλὼν ὁμοίως Σοδόμοις κα ταστραφήσεται. Ἔοικε γὰρ ὁ Θεὸς, εὐεργετῶν τοὺς κατα στρεφομένους, καταστρέφειν ὡς ἰατρὸς τυφλότητα· κατα στροφὴ δὲ τυφλότητος, ὁράσεως ἀρχή. Καὶ καταστρέφει στείρωσιν, ἵνα, τὴν ἀγονίαν ἐξελάσας, χαρίσηται αὐτοῖς γεν νήματα ἔργων δικαιοσύνης. Καὶ τὴν σιωπὴν τὴν ἑστῶσαν καταστρέφει, ἵνα λόγον ἐμβάλῃ καρδίαις πρὸς τὸ δοξάζειν τὸν Θεόν. Καὶ Γόμοῤῥα οὖν καταστρέφων (ἐπειδὴ ἀμφότερα ἑρμη νεύεται καὶ μέτρον καὶ στάσις τὰ Γόμοῤῥα) τὴν στάσιν τὴν ἐν αὐτῇ καὶ τὴν ταραχὴν καθαιρεῖ, ἵνα οἱ στασιάζοντες, καὶ ἐν τῇ καταστάσει τῇ ἐναντίᾳ (τῆς εἰρήνης) ὄντες, βελτιω θῶσι. Πᾶς δὲ ὁ τὰ τῆς γενέσεως πράγματα ἀποδεχόμενος καὶ ἀνάγκην καὶ εἱμαρμένην καὶ πεπρωμένην πρεσβεύων καὶ (τὸ ὅσον ἐφ' ἑαυτῷ) διὰ τῆς τούτων συστάσεως ἀφιστὰς τῆς εἰς τὸν Θεὸν πίστεως καὶ τῆς εὐσεβείας τοὺς ἀνθρώπους, οὗτος τὰ Βαβυλωνίων πράγματα ἔνδοξα ὀνομάζει. Χαλ δαίων γὰρ εὕρημά ἐστιν ἡ ἀστρολογία· οἵ φασι τὰ ὄντα ἑαυτῶν ἠρτῆσθαι, καὶ οὐ τοῦ Θεοῦ· καὶ, τῇ τῶν ἄστρων φορᾷ ὑποτιθέντες τὰ πράγματα, ἐκβάλλουσι πρόνοιαν τὴν οἰκονομοῦσαν τὰ τῶν ἀνθρώπων· ὡς μήτε εὐχὴν, μήτε εὐ σέβειαν δύνασθαί τι, ἀλλὰ κἂν εἰ δοκῇ ταῦτα γίνεσθαι, τῷ λόγῳ τῆς εἱμαρμένης καὶ αὐτὰ ὑποκεῖσθαι. 13.277 Καλεῖ δὲ ἔνδοξόν τινα Βαβυλῶνα, καὶ πλούτους κοσμικοὺς καὶ δόξας καὶ τὰς κατὰ σάρκα εὐγενείας καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια, δοξάζων. Πάντα γὰρ ταῦτα συγχυτικὰ διανοίας καὶ ἄξια εἶναι ὁμώνυμα τῇ Βαβυλῶνι. Ταύτην καταστρέφει ὁ Κύριος, καὶ γίνεται οἰκητήριον δαι μόνων ἐξηγριωμένων, εἴτε τὴν πόλιν βούλει λαμβάνειν, εἴτε ψυχὴν συγκεχυμένην. Ἀνάγκη γὰρ τὴν ἐρημωθεῖσαν ἀπὸ τῆς οἰκήσεως τοῦ Θεοῦ, οἰκητήριον γενέσθαι πονηρῶν πνευμάτων. Ἐκεῖ μὲν οὖν ποιμὴν οὐ καταλύει. Οὐ γάρ ἐστιν ἀγαθοῦ ποιμένος τὴν πεπιστευμένην ποίμνην κατεσ τραμμένην ἐναυλίζειν. Ἀλλὰ σειρῆνες (φησὶ) καὶ δαιμόνια καὶ ὀνοκένταυροι καὶ ἐχῖνοι. Ὅταν οὖν ἴδῃς ψυχὴν συγκε χυμένην, γίνωσκε ὅτι ἐνεπλήσθη ἐκείνη ἤχου, διὰ τὸ μηδὲν τετρανωμένον, μηδὲ διηρθρωμένον ἐν αὐτῇ εἶναι ῥῆμα, ἀλλὰ θόρυβον ἄσημον, τὸν ὑπὸ τῶν παθῶν ἐπανιστάμενον, κατέ χειν τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐκείνης. Ἐοίκασιν οὖν πονηραί τινες δυνάμεις διὰ τῆς κατὰ τὴν φωνὴν ἐκκλήσεως, ἡδονὴν ἐμποιοῦσαι ταῖς ψυχαῖς, ὧν κατα μελῳδοῦσιν ἐπ' ὀλέθρῳ, θηρεύειν τοὺς διερχομένους. Εἴτε διὰ φωνῆς ἡ ἡδονὴ, εἴτε δι' ἄλλου τινὸς τρόπου ἐρεθισμοὶ καὶ προκλήσεις πρὸς ἁμαρτίαν διὰ τῶν δαιμόνων ἐκείνων γίνονται, ἄδηλον· πλὴν ὅτι οἱ ὑπὸ τρυφῆς κατακηλούμενοι τῆς πρὸς τὴν ἀληθινὴν πατρίδα ἐπανόδου ἐπιλανθάνονται. Ἐὰν δέ τινα ἴδῃς κνηθόμενον τὴν ἀκοὴν καὶ ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφοντα αὐτὴν, ἐπὶ δὲ τοὺς μύθους ἐκτρεπόμενον καὶ εὐτόνου μὲν λόγου μὴ ἀνεχόμενον, μηδὲ ἔλεγχον, μηδὲ ἐπι τίμησιν αὐστηρὰν (εἰς ἐπιστρέφειαν ἄγουσαν τὸν ἀκροατὴν) ὑπομένοντα, φίλον δὲ ὄντα τοῦ πρὸς χάριν καὶ ἡδονὴν ἀπαγ γέλλοντος λόγου, νόμισον ὑπὸ σειρήνων κατέχεσθαι τὸν τοιοῦτον, ὑπὸ τῆς