1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

148

χρηστολογίας καὶ εὐλογίας ἐξαπατώμε νον. Καὶ δαιμόνια δὲ, τὰ ποικίλας ἐν ἡμῖν ἐνεργοῦντα ἁμαρ τίας, ὀρχεῖσθαι λέγεται, διὰ τὸ τὴν ὄρχησιν παντοδαπὴν εἶναι μελῶν κίνησιν. Καὶ ἐπειδὴ οἱ ὀρχησταὶ, ἄλλοτε ἄλλα πρόσωπα ἔχοντες, τὴν σκηνὴν καταλαμβάνουσιν, οὕτως οἱ δαίμονες, ὡς προσωπείοις ἡμῖν κεχρημένοι, νῦν μὲν ὀρ χοῦνται τὸν θυμούμενον, νῦν δὲ τὸν ἐπιθυμοῦντα καὶ περὶ τὴν τῶν σαρκῶν ἀπόλαυσιν ἐπτοημένον, ἄλλοτε τὸν ψευδό μενον· καὶ οὕτω γινόμεθα ποικίλα ἐνεργήματα δαιμόνων ὑποδεχόμενοι, κατὰ τὸ βούλημα ἐκείνων καὶ τὴν καρδίαν ἑαυτῶν καὶ τὰ τοῦ σώματος μέλη μετατιθέντες. Ὅταν οὖν ἴδῃς νῦν μὲν ἀκράτῳ γέλωτι κατεχόμενόν τινα, νῦν δὲ ὑπὸ λύπης τεταπεινωμένον, σπαρασσόμενον ἐν κοπετοῖς καὶ κλαυ θμοῖς καὶ οἰμωγαῖς, ἐνθυμήθητι, ὅτι ἐν αὐτῷ ὀρχεῖταί τις, ἄλλα καὶ ἄλλα μεταλαμβάνων σχήματα· καὶ νῦν μὲν τὸ τῆς φιλαργυρίας εἰσέρχεται δρᾶμα, νῦν δὲ τὸ τῆς κενοδοξίας, ἄλλοτε τὸ τῆς ὑπερηφανίας. Ὅλως δὲ κατασκιρτᾷ τοῦ γέ νους τῶν ἀνθρώπων, ἐγχορεύων τε καὶ ὀρχούμενος ταῖς εὐκόλοις ψυχαῖς καὶ πρὸς ἁμαρτίαν εὐμεταβλήτοις. Τὸ δὲ τῶν ὀνοκενταύρων ὄνομα σύνθετον ἐμφαίνει τινὰ καὶ ἀλλόκοτον ζώου σύστασιν, πλὴν ὅτι καὶ αὐτὸ δαίμονός ἐστιν εἶδος, νῦν μὲν ἡμᾶς πρὸς τὰ ἀνθρώπινα ἀποβλέπειν ποιοῦν τος, νῦν δὲ πρὸς τὰ κτηνώδη κατασύροντος πάθη. Ὁ δὲ ἐχῖνος ζῶόν ἐστιν ἀντὶ τριχῶν ἀκάνθας ἠμφιεσμένον, δύσληπτον καὶ πανοῦργον. Ταῦτα πάντα ταχὺ ἥξει ἐπὶ τὴν συγκεχυμένην ψυχὴν, καὶ οὐδεμία παράτασις ἔσται τῶν ἡμερῶν.

14.t ΚΕΦΑΛΑΙΟΝ ιδʹ

14.278 Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ καὶ ἐκλέξεται τὸν Ἰσραήλ. Νομίζω λόγον ἔχειν τὸ μὲν Ἐλεήσει, τετάχθαι ἐπὶ τοῦ Ἰακὼβ, ὅπερ ἐχρημάτιζεν ὄνομα μέχρι τῆς πάλης τῆς ἐπὶ τοῦ Ἰακώβ, τὸ δὲ Ἐκλέξεται ἐπὶ τοῦ Ἰσραὴλ, ὅπερἆθλον ἐπὶ τῇ πάλῃ δέδοται τῷ πατριάρχῃ. Ἐμφαίνει δὲ τὸ μὲν ταπεινότερον ὁ ἐλεούμενος, τὸ δὲ διαφορώτερον ὁ ἐκλεγόμενος. ∆ιόπερ Ὁ Κύριος ἐλεήσει μὲν τὸν Ἰακὼβ, ἐκλέξεται δὲ τὸν Ἰσραὴλ, ὅμοιόν ἐστι τούτῳ· Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσ εδέξατο αὐτὸν ἡ ψυχή μου. Τὸ μὲν γὰρ Ἰακὼβ ἐπὶ τοῦ ἔτι στοιχειουμένου καὶ σωματικοῦ λαμβάνεται, τὸ δὲ Ἰσραὴλ ἐπὶ τοῦ κρείττονος καὶ πνευματικοῦ. Ὅλως δὲ ὁ Ἰακὼβ καὶ ὁ Ἰσραὴλ Ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, γῆς ἐκείνης, περὶ ἧς εἴρηται· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονο μήσουσι τὴν γῆν· ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς, τῆς ὑπὸ κατάραν γεγενημένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν. Προστεθή σεται δὲ καὶ ὁ γειώρας τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ, ἀναπαυομένῳ ἐπὶ τῆς γῆς αὐτοῦ. Ὁ περὶ τὴν γῆν διαπονούμε νος, ὁ προσήλυτος, οὗτός ἐστιν ὁ γειώρας. Τάχα οὗτός ἐστιν ὁ ἐξ ἐθνῶν λαὸς, ὁ προστιθέμενος τῷ Ἰακὼβ, ὃν γειώραν ἡ Γραφὴ προσαγορεύει, οἷον πάροικον καὶ προσήλυτον ὄντα. Εὐεργεσία δὲ τοῖς ὑποδεεστέροις καὶ ἄρχειν ἑαυτῶν μὴ ἐπισταμένοις, τὸ δουλεύειν τοῖς κατ' ἐπιστήμην ἄρχουσι. ∆ιόπερ ἐν εὐλογίαις εἴρηται τῷ Ἡσαῦ· Καὶ τῷ ἀδελφῷ σου δουλεύσεις. Τοῦτο οὖν ἐστι τὸ Καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ εἰς δούλους καὶ δούλας. Ἀντ' εὐεργεσίας πρόσκειται αὐτοῖς τὸ δουλεύειν. Καὶ ἔσονται οἱ αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς. Οἱ μὲν τυραννικῶς ἦγον εἰς αἰχμαλωσίαν, τῇ δουλείᾳ τοῦ διαβόλου ὑποβάλλοντες τοὺς κρατουμένους· οἱ δὲ φιλανθρώπως ἀνθυπάγονται τῇ αἰχμα λωσίᾳ, ἐκ τῆς τυραννίδος τοῦ διαβόλου τῇ δουλείᾳ τοῦ Χριστοῦ προσαγόμενοι. Ἐπαγγελία δὲ τῷ Ἰσραὴλ, ἀπαλλαγὴ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσε τοῖς Βαβυλωνίοις, καὶ προτροπὴ εἰς εὐσπλαγχνίαν, ὥστε λαβεῖν τὸν θρῆνον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ μὴ ἐπιχαίρειν αὐτοῦ τῷ πτώματι, ἀλλὰ θρηνεῖν αὐτὸν, ὡς