150
ἑτέρου προ καταρξαμένου τῆς κακίας, τὴν γένεσιν εἴληφε, καὶ πεποίηκε κατὰ τὴν πονηρίαν τοῦ σπείραντος αὐτὸν, Σπέρμα λέγεται πονηρόν. Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρ τίαις τοῦ πατρός σου. Λέγεται δέ ποτε σπέρμα πονηρόν τινος, οὐ πάντως ἐκ προαγούσης σπορᾶς γενόμενον, ἀλλὰ καὶ τὸ αὐτὸ κατάρχον εἰς τὴν ἑτέρου γένεσιν σπέρμα προσ αγορεύεται. Ὡς γὰρ ἐν τῇ κοσμοποιίᾳ τὰ πρώτως βλαστήσοντα, σπέρματα μὲν ἦν ἑτέρων, αὐτὰ δὲ οὐκ ἦν ἐξ ἑτέρων (πρεσβύτερα γὰρ ἦν τῶν κατὰ σπέρμα τελειουμένων) οὕτω τάχα καὶ νῦν ὁ λόγος τὸν ἄλλοις εἰς ὑπόδειγμα πο νηρίας κατάρχοντα καὶ οἱονεὶ σπέρμα γινόμενον διὰ τῆς μιμήσεως, σπέρμα πονηρὸν ὀνομάζει, οὐχ ὡς ἀπὸ προα γόντων τὴν ὑπόστασιν ἔχοντα, ἀλλ' ὡς τοῖς ἐπιγινομένοις τὴν ἀρχὴν παρεχόμενον. ∆ύναται δὲ παρ' ἑαυτόν τις σπέρμα πονηρὸν εἶναι, ἀρχηγὸς τῆς κακίας ὑπάρχων· καὶ πάλιν ὁ πονηροῖς διδασκάλοις μαθητευθεὶς, ὁμοίως προσαγορεύε σθαι. Σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, ἤκουσεν ὁ ἁμαρτω λὸς ἐκεῖνος, οὐ τῷ τὸ γένος τῆς σαρκὸς νόθον ἔχειν καὶ ἐπίμικτον ἀπὸ τοῦ Χαναάν· ἀλλὰ διὰ τὴν μίμησιν τοῦ Χα ναὰν, σπέρμα Χαναὰν ὀνομάζεται. ∆ύναται οὖν ἕκαστος ἐκ τῆς αὐτοῦ προαιρέσεως ἢ σπέρμα ἅγιον εἶναι, ἢ τὸ ἐναντίον. Ἄκουε γὰρ Παύλου, λέγοντος· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰτοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Καὶ τὸ Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Καὶ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου γεγέννηται. 14.282 Τί δὲ βουλόμενος ὁ λόγος προστάσσει τῷ πονηρῷ σπέρματι, ἑτοιμάσαι τὰ τέκνα αὐτοῦ εἰς σφαγὴν ταῖς ἁμαρ τίαις τοῦ πατρός; Πολλαχοῦ τετηρήκαμεν, τὰ ἑκάστου ἔργα καὶ τοὺς καρποὺς τῆς ψυχῆς τέκνα προσαγορεύεσθαι. Σω θήσεται γὰρ (φησὶ) διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Σώζεται γὰρ ἡ ψυχὴ, ὡς γυνὴ τοῦ μὴ ἀπατηθέντος νυμφίου, ἐπειδὰν διὰ τοῦ λόγου καρποφορεῖν ποιήσῃ τέκνα, τὰς ἀγαθὰς πράξεις, ἐὰν ἐπιμείνῃ τῇ ἕξει τῇ ἀγαθῇ καὶ μὴ ἀμαυρωθῇ ἀπό τινων ἐπιγινομένων ἁμαρτημάτων. Οὕτω καὶ ἡμεῖς (κατὰ τὸν πνευ ματικὸν καὶ θεῖον ἀκούοντες νόμον τῆς εὐλογίας, λεγούσης· Εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου) οὐκ ἄλλο τι νο μίζομεν εἶναι, ἢ τοὺς καρποὺς τῆς ψυχῆς. Ἀπὸ γὰρ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Ὁ οὖν ἀφανισμὸς τῶν πονηρῶν ἔργων σφαγὴ τέκνων λέγε ται, ἐπ' ὠφελείᾳ γινομένη τοῦ γεννήσαντος πατρός. Λανθά νουσαν οὖν ἔχει φιλανθρωπίαν ἡ κατὰ τὸν τόπον τροπολογία προστάσσουσα τῷ πονηρῷ σπέρματι (κατὰ τὸ ἐνδεχόμενον) κουφίσαι ἀπὸ τοῦ βάρους τῶν κακιῶν αὐτῶν. Οἱ γὰρ με μορφωμένοι κατὰ τὸν πονηρὸν καὶ υἱοὶ τῆς κακίας γενό μενοι, πάντα τὰ ἔγγονα τῆς ἑαυτῶν ψυχῆς σφάζειν ὀφεί λουσι ταῖς ἁμαρτίαις. Ἐὰν γὰρ μὴ ἀποθάνωμεν τῇ ἁμαρ τίᾳ, πῶς ζήσομεν τῇ δικαιοσύνῃ; Ἵνα γὰρ (φησὶ) μὴ ἀνα στῶσι καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. Πονηρὸν γὰρ ἡ ἐπανάστασις τῆς κακίας· διὸ δεῖ αὐτὴν μένειν νεκρὰν, καὶ μὴ συγχωρεῖσθαι ἐν συστήματι καὶ πλήθει γίνεσθαι. Τοῦτο γάρ ἐστιν ἡ πόλις. Πρέπει γὰρ Κυρίῳ Σαβαὼθ ἀπολλύειν τὸ κακίας ὄνομα καὶ ἐγκατάλειμμα καὶ σπέρμα. 14.283 Μακαρία κατάστασις ψυχῆς καὶ πολιτείας ἀνθρω πίνης, ἐν ᾗ ὄνομα κακίας οὐ χρηματίζει, κατὰ τὸν Ἀπό στολον, εἰπόντα· Πορνεία δὲ καὶ ἀκαθαρσία ἢ ἀσέλγεια μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. ∆εύτερον δὲ, τὸ ἐγκατάλειμμα γοῦν μὴ εἶναι. Πολλοὶ γὰρ ἐπιστρέ ψαντες ἀπὸ πονηρῶν ἔργων, οἱονεὶ τὰς μνήμας τῶν πα λαιῶν ἔργων παρακατέχοντες, δι' αὐτῶν πολλάκις ἀνανεοῦν ται τὴν ἡσυχάζουσαν ἁμαρτίαν. Ἵνα οὖν μηδὲ ἐγκατά λειμμα ᾖ, ἤγουν τὸ τελευταῖον σπέρμα μὴ ὑπάρχῃ πονηρᾶς διδασκαλίας τοῖς ἐφεξῆς μὴ ὑπολείπεσθαι ἐκ τῆς μιμήσεως τῶν προειληφότων, Τάδε λέγει Κύριος· Καὶ θήσω τὴν Βα βυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν. Ἔρημον θήσεσθαι τὴν Βαβυλωνίαν ὁ φιλάνθρωπος Κύριος