1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

151

ἀπειλεῖ. Πονηρᾶς δὲ οἰκήσεως ἐρήμωσις καὶ συγκεχυμένου βίου ἀφανισμὸς, ἀγαθὸν περισπούδαστόν ἐστι τοῖς αἰσθανο μένοις. Ἐπὶ τοσοῦτον δὲ τὴν ἐρήμωσιν ἀπειλεῖ τῆς Βα βυλωνίας, ὥστε ἄνθρωπον μὲν Βαβυλώνιον μηκέτι κατοικεῖν, ἐχίνους δὲ ἀντεισάγεσθαι. Ἔστι δὲ τὸ ζῶον τοῦτο σκληραῖς καὶ ὀξυτάταις ἀκάνθαις περιπεφραγμένον, καὶ κεφαλὴν καὶ πόδας συνέλκον ὅτε βούλεται, καὶ εἰς ἀκριβὲς σχῆμα σφαί ρας ἑαυτὸ σχηματίζον, ὥστε δύσληπτον εἶναι, τῆς μὲν κεφαλῆς καὶ τῶν ποδῶν συνεσπειραμένων, τῆς δὲ ἐπιφα νείας πανταχόθεν ἠκανθωμένης. Μόνον γὰρ ζῶον τοῦτο ἡσυ χάζον ἀμύνεται τοὺς ἐπιβουλεύοντας. Ὁ γὰρ ἐπιβαλὼν αὐτῷ τὰς χεῖρας ἀμύσσεται δεινῶς, καὶ ὅσῳπερ ἂν πλέον αὐτὸ βουληθῇ κατασφίγξαι, τοσούτῳ χαλεπώτερον ταῖς ἀκάνθαις περιπείρεται. 14.284 Τάχα οὖν ἤθη ἀνθρώπων αἰνίσσεται ἀντὶ τῶν Βα βυλωνίων ἐνοικήσαντα τῇ πόλει, ἀκοινώνητα, ἀπιδιαστικὰ, σκληροτέρᾳ τῇ ἀγωγῇ χαίροντα. Ὅτι γὰρ τὰ εἴδη τῶν ζώων πρὸς τὰ τῶν ἀνθρώπων ἤθη μεταλαμβάνεται, ἐδι δάχθημεν ἀπὸ τῆς ὀπτασίας Πέτρου, ὅτε ἐν τῷ σκεύει τῷ καθιεμένῳ ἐκ τῶν οὐρανῶν πᾶν εἶδος ἦν, ζώων, ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων. Ἠνίσσετο γὰρ ὁ λόγος τοὺς μέλλοντας ἀπὸ ποικίλων ἁμαρτημάτων τῇ πίστει προσ άγεσθαι, τούτους εἶναι τοὺς ὡμοιωμένους ἢ τετραπόδοις διὰ τὸ κτηνῶδες, ἢ ἑρπετοῖς διὰ τὸ ἰοβόλον, ἢ πετεινοῖς διὰ τὸ κοῦφον καὶ ἄστατον. Καὶ ὁ ἐχῖνος οὖν ἐστι παρὰ τῇ Γραφῇ τάχα τροπολογού μενος ἐπί τινας ἀνθρώπους, ὡς οἱ ὄφεις ἐπὶ τοὺς Σαδδουκαίους καὶ Φαρισαίους· καὶ ὁ ἀλώπηξ ἐπὶ τὸν Ἡρώδην· καὶ ἵπποι θηλυμανεῖς ἐπὶ τοὺς φιληδόνους· τὰ πρόβατα ἐπὶ τοὺς ἀκακωτέρους τῶν ἀνθρώπων· τὰ ἐρίφια ἐπὶ τοὺς ἀκοινωνή τους καὶ ἀμεταδότους. Ὥστε καὶ τοὺς ἐχίνους εὔλογον παρα βαλέσθαι (ζώῳ τὴν ἐλπίδα τοῦ μὴ βλαβήσεσθαι ἐπὶ ταῖς οἰκείαις ἀκάνθαις ἔχοντι) τοὺς πλουσίους τοῦ αἰῶνος τούτου, οὓς ὑπὸ τῶν ἰδίων ἀκανθῶν συμπνίγειν τὸν λόγον καὶ ἄκαρπον ποιεῖν ὁ Κύριος εἴρηκε. Γενήσεται δὲ ἡ Βαβυλὼν εἰς οὐδὲν, καὶ ὡς πηλοῦ βάραθρον. Ὡς πρὸς τὸ αἰσθητὸν, ἐνδείκνυται ὁ λόγος, ὅτι ὁ ποταμὸς ὁ Εὐφράτης (μέσην αὐτὴν διατέμνων) μὴ τυγχάνων τῆς κατὰ ῥεῖθρα διεξόδου, ἐλλιμνάζων αὐτῇ, παντελῶς ἀφανίσει αὐτὴν καὶ ἀποδείξει βάραθρον, οὐχ ὕδατος καθαροῦ, ἀλλὰ βορβόρου. Τοιοῦτον γὰρ τὸ τέλος τῆς κα ταστροφῆς τῶν παροξυνάντων τὸν Κύριον. 14.285 Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕ τως ἔσται· καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ· τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων τῶν ἐμῶν. Καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων αὐτῶν. Ὁ μὲν κατὰ σάρκα Ἰσραὴλ, περὶ τῆς νενομισμένης αὐτοῖς γῆς τοῦ Θεοῦ εἶναι, καὶ ὀρέων τούτων τῶν γηΐνων τῇ αἰσθητῇ Ἰουδαίᾳ, τὸν λόγον ὑπολαμβάνει ὑπάρχειν τῷ Προφήτῃ, καὶ τὴν Ἀσσυρίαν αἰχμάλωτον ἀπάγειν τὸν Ἰσραὴλ, ζυγὸν δου λείας αὐτοῖς ἐπιθέντα. Ἡμεῖς δὲ, οἱ συνεγερθέντες Χριστῷ καὶ εὐχόμενοι τὰ ἄνω ζητεῖν, γῆν μὲν ὀνομάζομεν τὴν καρδίαν τὴν καλὴν, καθ' ἃ παρ' αὐτοῦ δεδιδάγμεθα τοῦ Κυρίου, λέγοντος· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, οὗτος ὁ τὸν λόγον ἀκούων καὶ συνιεὶς, καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Καὶ ὄρος οὖν τοῦ Θεοῦ δύναται χρηματίζειν, ἐν ᾧ εἰς καταπάτημα γενήσονται οἱ Ἀσσύριοι, ὁ αὐξήσας ἐν τοῖς ἔργοις τοῖς ἀγαθοῖς καὶ λόγῳ καὶ γνώσει ὑπὲρ τοὺς ἄλλους ἀνεστηκώς· ἐν τούτῳ καταπάτημα ἔσον ται οἱ ἐχθροί. Καὶ πᾶς ὁ ζυγὸς τῶν Ἀσσυρίων ἀφαιρεθήσεται ὑπὸ τοῦ Θεοῦ. Μέγα μὲν γὰρ ἐφρόνουν, ὡς τοῖς ὤμοις τῶν ἀπὸ τῆς μερίδος τοῦ Θεοῦ τῶν ἀνθρώπων ἐπιβαίνοντες καὶ ὑπὸ τὸν ἴδιον ζυγὸν ποιοῦντες τοὺς τῆς δουλείας τοῦ Θεοῦ διὰ τῶν ἁμαρτημάτων ἀποσπασθέντας. Ἔχοντες οὖν τὴν κατὰ τὸ εἰρημένον ἐλπίδα περὶ τοῦ ἀπολέσθαι μὲν τοὺς ἐχθροὺς ἡμῶν ἐπὶ τῆς γῆς τοῦ Θεοῦ καὶ ἐπὶ τῶν ὀρέων αὐτοῦ καταπατηθήσεσθαι καὶ τὸν ζυγὸν αὐτῶν ἀφαιρεθή σεσθαι καὶ τὸ κῦδος, ᾧ