154
βοσκήσω αὐτούς. Ὥστε οἱ πτωχοὶ ἄνθρωποι ἐπ' εἰρήνης ἀναπαύσονται, ἐπὰν μὴ ὀλιγωρήσωσι παιδείας Κυρίου, μηδὲ ἐκλύωνται ὑπ' αὐτοῦ ἐλεγχόμενοι. Τὸ δὲ σπέρμα τῶν ἀλλοφύλων λιμῷ ἀναιρεθή σεται, δίκην τοῦ κατὰ τὸν ζυγὸν συντριμμοῦ ὑπέχον τὴν τῶν τροφῶν ἀπορίαν. 14.290 Ὀλολύξατε, πύλαι πόλεων· καὶ κεκραγέτωσαν πό λεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες· ὅτι ἀπὸ βοῤῥᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καὶ τί ἀποκριθή σονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Αἱ πύλαι τῶν πόλεων (φησὶν) ὀλολύξατε. Ἔτι πρὸς τοὺς ἀλλοφύλους ἡ ἀπειλή. Καὶ κεκραγέτωσαν πόλεις τεταραγ μέναι. Βοῆς ἐμπλησθήτωσαν (φησὶν) ἀπὸ τῆς ταραχῆς τῆς ἐκ τοῦ φόβου τοῖς οἰκοῦσιν ἐγγινομένης. Πύλαι μὲν ὀλολυζέτω σαν, διὰ τὴν προσαγομένην πολιορκίαν. Αἱ πόλεις δὲ κεκραγέ τωσαν, τουτέστιν οἱ ἐν ταῖς πόλεσι κατοικοῦντες. Μὴ μέντοι μηδὲ οἱ κατὰ τὴν χώραν ἀλλόφυλοι ἡσυχαζέτωσαν. Ὁ γὰρ ἀπὸ βοῤῥᾶ καπνὸς πάντων ὁμοίως ἅψεται πόλεών τε καὶ ἐγχωρίων. Καπνὸς γὰρ ἔρχεται ἀπὸ βοῤῥᾶ. Τὸ ἀδρανὲς τῶν ἀλλοφύλων παρίστησιν, ὅτι καπνοῦ προσβολὴν οὐ φέρουσι· τοσοῦτον ἀπέχουσι τοῦ τὸ πῦρ, τὸ ἀπὸ τῶν ἀλλοφύλων ἐκ καιόμενον, ὑπομεῖναι. Καπνὸς ἀπὸ βοῤῥᾶ ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Οὐκ ἔστι (φησὶν) ἐν ὑποστάσει ἰδίᾳ, οὐδὲ οὐσιώδης αὐτοῦ καὶ σεσωματωμένη ἡ φύσις ἡ τοῦ καπνοῦ· ἀτμὸς γάρ ἐστι δριμὺς, ὑπὸ τῆς τοῦ πυρὸς ἀναφορᾶς ἐκ τῶν ὑπο τυφομένων ἀναπεμπόμενος. Τῶν ἀλλοφύλων ὑπὸ τοῦ καπνοῦ ταρασσομένων, ἥτις ἐστὶν ἀνυπόστατος φύσις, τί οἱ βα σιλεῖς τῶν ἐθνῶν ἐροῦσιν, ἐν εἰρήνῃ τὸν τόπον Ἰσραὴλ ὁρῶντες; Τί ἄλλο γε, ἢ ὅτι Κύριος ἐθεμελίωσε τὴν Σιών; καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ; Αὐτὸς τοὺς ἀσείστους θεμελίους τῆς Σιὼν ἐπήξατο· αὐτὸς γάρ ἐστι τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς τῆς ἄνω πόλεως. Σωθή σονται δὲ ἐν αὐτῇ οὐχ οἱ δυνατοὶ χρήμασιν, οὐδὲ οἱ ἰσχυροὶ τῷ σώματι, οὐδὲ οἱ τὰ πολεμικὰ μεμελετηκότες, ἀλλ' Οἱ ταπεινοὶ τοῦ λαοῦ (φησί)· διότι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξε λέξατο ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς τὸ ὑπερβάλλον τῆς δυνάμεως ἑαυτοῦ συστήσῃ. 14.291 Πλὴν ἀλλ' ἵνα μήτε τῆς κατὰ θεωρίαν ἐξετάσεως τοῦ ῥητοῦ πάντη ἀπολιμπανώμεθα, φέρε, εἴ τινα δυνατὸν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας λαβεῖν ὁδηγίαν εἰς τὴν τῶν λεγομένων περίνοιαν, πειραθῶμεν. Τὸ Φυλιστιαῖον ὄνομα, μεταλαμβανόμενον εὕρομεν εἰς τὴν Ἑλλάδα γλῶσσαν, πί πτοντες ποτήματι. Ὅρα οὖν εἰ δύνασαι τροπολογῶν, τοὺς μεθύσους καὶ πορνοκόπους, τοὺς εἰς τὰς φιάλας καὶ τὰ πο τήρια διδόντας τὴν ἑαυτῶν ψυχὴν, καὶ ὕστερον γυμνοτέρους ὑπέρου περιπατοῦντας (κατὰ τὴν παροιμίαν) τούτους ὀνο μάσαι τοὺς πίπτοντας τῷ ποτήματι, τουτέστι, τῇ ἀμετρίᾳ τοῦ πόματος. Πίπτουσι δὲ οὗτοι τῷ ποτήματι, διὰ τὸ μὴ δύνασθαι ἀναβῆναι εἰς τὸ ὕψος τῆς τοῦ Θεοῦ βασιλείας, διαῤ ῥήδην εἰπόντος Παύλου· Μέθυσοι βασιλείαν Θεοῦ οὐ κλη ρονομήσουσι. Πολλὰ γὰρ τὰ πτώματα καὶ διάφοροι αἱ αἰτίαι τοῦ ἀπὸ τοῦ ὕψους ἡμᾶς καταπίπτειν, καὶ μὴ φθάνειν ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως· μία δὲ, καὶ οὐκ ἐλαχίστη, ἡ περὶ τὸ πίνειν ἐπιθυμία τε καὶ σπουδή. Τούτων οὖν τῶν μεθυόντων αἱ πύλαι ὀλολύζειν προσετάχ θησαν· πύλαι δι' ὧν ὁ ἄκρατος εἰσερχόμενος τῶν κακῶν τὸν ἐσμὸν ἐπισύρεται. Τὰς οὖν ὁδοὺς, δι' ὧν ἡ ἁμαρτία ἐπιτελεῖ ται, ταύτας τρέπεσθαι εἰς ὀλολυγὴν ὁ λόγος προστάσσει, ὥστε διὰ στόματος στενάζειν τὸν τῷ στόματι ἐπιτελέσαντα τὴν ἁμαρτίαν τῆς μέθης. Πόλεις δὲ τούτων τῶν πυλῶν αὐτὰ τὰ τῆς ψυχῆς ἐστιν αἰσθητήρια, ἐν οἷς συστήματα πονηρῶν δια λογισμῶν καὶ πλῆθος ἐπιθυμιῶν καὶ κῶμοι καὶ μέθαι τὰς διατριβὰς ἔχουσιν· αἵτινες, τεταραγμέναι καὶ τεθορυβημέναι ἐκ τῆς ὑπὸ τοῦ οἴνου ἐγγινομένης αὐτοῖς φαντασίας, Τὴν μὲν εἰρήνην οὐκ ἔχουσι, τὴν ὑπερέχουσαν πάντα νοῦν· ἀεὶ δὲ ἐν σάλῳ καὶ κλόνῳ τυγχάνουσι. ∆ιὰ τοῦτο κεκράγασι. Ταύταις νῦν φέρει καπνὸν βορέας, περὶ οὗ εἶπεν ὁ Σολο μὼν, ὅτι Βορέας σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται, τουτέστι τὸ