1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

158

ἐκείνοις τοῖς μαθήμασιν ἑαυτοὺς ἐπιδιδόντες. Τοῦτο γάρ ἐστι, Θεοῦ ἀνά βασις, ἡ ἐπὶ τὰ ὕψη τῆς ὑπερηφανίας ἔπαρσις. Καὶ Ἰασσά. Εἰ καὶ δοκεῖ γεγονυῖα ἐντολὴ εἶναι, ἀλλὰ κατὰ ἀλήθειαν οὐκ ἐντολή· σχηματισμὸς δέ τις περὶ βίον ἀκριβείας, πρὸς πιθα νότητα καὶ παραδοχὴν τῶν πονηρῶν, ἀπὸ τοῦ πονηροῦ φρονή ματος ὑποβαλλομένων διδαγμάτων. ∆ιὰ τοῦτο ἐν τοῖς κατόπιν εἴρηται· Πάντες βραχίονες κατατετμημένοι, ἵνα εἴ τις πο νηρὸς διδάσκαλος ἐν ψευδοδοξίαις ἐξαπατῶν τὰς ψυχὰς τῶν ἑπομένων, βίῳ δὲ δοκῶν προσέχειν ἀκριβεστέρῳ, οἱ μετα μεληθέντες ἐπὶ τῷ τοιούτῳ διδασκάλῳ ἑαυτοὺς ἐπιδεδωκέ ναι, κατακόψωσιν ἑαυτῶν μὲν τοὺς βραχίονας, τουτέστι τὸ πρακτικὸν εἶδος τῆς πολιτείας. Ἀποκείρονται δὲ αὐτοῦ οἱονεὶ κόμην καὶ ἀλλοτριώσουσι τοῦ ἑαυτῶν σώματος, διότι ἀντὶ κεφαλῆς εἰσιν οἱ προεστῶτες τοῦ σώματος τῶν Ἐκκλη σιῶν. Καὶ νῦν τοίνυν Ἰασσὰ κέκραγεν, ὅτι δέλεάρ ἐστι πρὸς τὴν τῆς ἀληθείας πιθανότητα ἡ κατὰ τὴν πολιτείαν ἐπιδεικνυ μένη ἀκρίβεια. Τοῦτο οὖν ἐστι τὸ αἴτιον τοῦ ὀλολύζειν μετὰ κλαυθμοῦ, ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλὴ ἕως Ἰασσά. 15.298 ∆ιὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ. Ἡ ὀσφὺς πολλαχοῦ ἀντὶ τῶν γεννητικῶν λαμβάνεται. Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν (δηλονότι ὁ Λευὶ τοῦ Ἀβραάμ) ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ. Καί· Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι. Νοοῦμεν, ὅτι αἰνίσσεται συ στεῖλαι τὰς εἰς γέννησιν ὑπουργούσας ὀρέξεις. Τὸ οὖν πένθος τὸ ἐπικείμενον τῇ Μωαβίτιδι, αἴτιον γινόμενον τοῦ σώφρονος βίου, βοᾷ ἐπὶ τῇ κραυγῇ τῆς Ἐσεβὼν καὶ Ἐλεαλὴ καὶ Ἰασσά. Ἡ ψυχὴ αὐτῆς (φησὶ) γνώσεται. Ἤδη προκοπὴντῶν τὰ προειρημένα ἐπὶ τῇ μετανοίᾳ πεποιηκότων ὁ λόγος ἐμφαίνει, Καὶ Ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ. Ἔστι δὲ ἡ Σηγὼρ αὕτη, ἔνθα Λὼτ, ἀπὸ Σοδόμων ἐξελθὼν, φθάσαι δεδύνηται. Οἱ μὲν γὰρ Ἄγγελοι ἐβούλοντο εἰς τὸ ὄρος ἀναβαίνειν καὶ εἶπον αὐτῷ· Σῶζε τὴν ἑαυτοῦ ψυχήν. Μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, μήποτε συμπαραληφθῇς. Ὁ δὲ εἶπε· ∆έομαι, Κύριε, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ. Οὐ μικρά ἐστι; Καὶ ζήσεται ἡ ψυχή μου. ∆ιὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τῆς πόλεως, Σηγώρ, τουτέστι μικρά. Βοᾷ οὖν ἡ καρδία τῆς Μωαβίτιδος ἕως Σηγὼρ, ἥτις ἐπὶ τοῖς ὁρίοις ἤδη κεῖται τῆς Παλαιστίνης. Τὴν οὖν ἰσχυρὰν καὶ εὔτονον μετάνοιαν, ἢ τὸν βαρὺν θρῆνον, τὸν ἀπὸ τῆς πληγῆς τῶν κακῶς αὐτῇ πεπραγμένων, ἐνδεικνύμενος ὁ λόγος τὸ διάστημα ἡμῖν ὑποφαίνει, μέχρι τίνος ἀκουστὴ γίνεται ἡ βοὴ τῆς Μωάβ. Καλεῖ δὲ ἡ μετάνοια, τὸ πρότερον ἐν ἑαυτῷ τινα βοῆσαι καὶ ἑαυτοῦ συντρίψαι τὴν καρδίαν· ἔπειτα καὶ ὑπὲρ τοῦ ἄλλοις ἀγαθὸν γενέσθαι ὑπόδειγμα, ἐξάκουστον ἑαυτοῦ κατασκευάσαι, καὶ δημοσιεῦσαι τὸν τρόπον τῆς μετανοίας. ∆άμαλις γὰρ τριετής ἐστι, τουτέστι τελεία ἐστὶ καθ' ἡλι κίαν. Ἡ γὰρ τριετὴς δάμαλις ἤδη τοῦ γεννᾷν δύναμιν ἔχει καὶ τοῦ ὑπέχειν τὸν τράχηλον τῷ ζυγῷ. Ἵνα οὖν δείξῃ ἴδιον τῶν δυναμένων ἐπιστρέφειν τὸ τετελειῶσθαι μὲν κατὰ τὴν τοῦ ἀνθρώπου ἡλικίαν, ἔχειν δὲ τὸν λόγον, δυνάμενον ὑποβαίνειν τῷ ζυγῷ τῆς ἀληθείας, εἴρηκε δάμαλιν τριετῆ. Ὁ γὰρ μήπω διὰ τῆς ἡλικίας τὸ ἐν ἀνθρώποις τέλειον ἐσχηκὼς, μηδὲ τὸν νοῦν ἀπηρτισμένον ἔχων, ἀλλ' ἀτελής ἐστι διὰ σμικρότητα, οὐδὲ ἀπαιτεῖται τὰ ἔργα τῆς μετανοίας. ∆ιὸ καὶ ἐν τῇ Γε νέσει, τοῦ Ἀβραὰμ ζητοῦντος σημεῖον παρὰ τοῦ Θεοῦ καὶ λέγοντος· ∆έσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονο μήσω τὴν γῆν; εἶπεν ὁ Θεός· Λάβε μοι δάμαλιν τριετί ζουσαν καὶ κριὸν τριετίζοντα, ἐν τοῖς τρισὶν ἔτεσι τὸ τέ λειον τῶν ζώων καὶ τὸ πρὸς γέννησιν ἐπιτήδειον ἐκλεγό μενος. Τρυγόνα δὲ καὶ περιστερὰν χρόνῳ οὐ περιέγραψε, διὰ τὸ εὐθὺς τὰ ζῶα ταῦτα τῆς γεννήσεως ἄρχεσθαι. 15.299 Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουὶθ κλαίοντες ἀνα βήσονται. Ἀρχὴ εὐφροσύνης ἐστὶ τὸ κλαίειν καλῶς, καὶ ἀναβά σεως καὶ προκοπῆς τῆς ἐπὶ τὰ ἄνω, ἡ κατὰ Θεὸν γινο μένη λύπη. ∆ιὸ καὶ ὁ Ἀπόστολος εὐφραίνεται ἀπὸ τῶν λυπουμένων,