159
ὁρῶν εἰς συναίσθησιν ἄγοντας τοὺς ἑαυτοῦ λόγους, καὶ ἐνεργαζομένους αὐτοῖς τὴν κατὰ Θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον. Οἱ γὰρ κλαίοντες ἐπὶ τοῖς κακοῖς ἔργοις καὶ ταῖς κακαῖς αὐτῶν διανοίαις, οὐκέτι μὲν καταβήσονται, οὐδὲ εἰσελεύσονται εἰς τὰ κατώ τατα τῆς γῆς· ἀναβήσονται δὲ οἱονεὶ χειραγωγίᾳ τῇ πρὸς τὸ ἄνω ὑψώσει τῇ κατὰ Θεὸν λύπῃ κεχρημένοι. Βοᾷ δὲ σύντριμμα καὶ συσσεισμός. Ὁ γὰρ διελέγξας καὶ καθαψάμενος λόγος συντρίβει τὸ πονηρὸν φρόνημα καὶ οἷον σάλον τινὰ τοῖς λογισμοῖς τοῖς κακῶς ἐμπεφυκόσιν ἐμποιεῖ, πρὸς τὸ τοὺς μὲν ἐκριζωθῆναι, τοὺς δὲ ὑγιεῖς λόγους ἀντεισ αχθῆναι. ∆ιὰ τοῦτο καρδίαν συντετριμμένην καὶ τεταπεινω μένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Συνεστηκυίας μὲν γὰρ καὶ μηδέπω διασαλευομένης τῆς ἐν τῷ ἁμαρτάνειν ἕξεως, οὔτε κλαύσονται ἁμαρτάνοντες, οὔτε ἀναβήσονται πρὸς τὸ ἄνω· συντετριμμένης δὲ τῆς μοχθηρᾶς διαθέσεως, καὶ οἱονεὶ σει σμόν τινα καὶ κλόνον ἐπὶ τοῖς πονηροῖς δόγμασι τῆς ψυχῆς παθούσης, ἀκουστὴ γίνεται ἡ βοὴ, ἐπ' ὠφελείᾳ τῶν ἀκουο μένων. 15.300 Τὸ ὕδωρ τῆς Νεβρὶμ ἔρημον ἔσται. Τὸ τῆς ψευδοδοξίας ὕδωρ, πρότερον ἀφθόνως καὶ πολὺ ῥέον ἐπὶ βλάβῃ τῶν δεχομένων, ἀφανισθήσεται (φησὶ) καὶ ἔρημον ἔσται. Εἰ δὲ ἦν εἰδέναι τὴν δύναμιν τοῦ ὀνόματος, ἐλήφθη ἄν τις ἀφορμὴ πρὸς τὸ μᾶλλον καθικέσθαι τῆς διανοίας τοῦ προφητικοῦ νοῦ, καὶ ἐφαρμόζεσθαι τοῖς πράγμασι τὰ ἐν τοῖς ὀνόμασι σημαινόμενα. Πλὴν ὅτι ἐναντίον ἐστὶ τὸ ὕδωρ τοῦτο τοῦ ὕδατος τῆς ἀναπαύσεως, ἐφ' οὗ ἐκτρέφει ὁ Κύριος τοὺς ὑπ' αὐτοῦ ποιμαινομένους· καὶ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Κύριος τοῖς πιστεύουσιν εἰς αὐτὸν, οὗ ὁ καταξιωθεὶς πιεῖν, ἔχει ἐν ἑαυτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὕτω δὲ φαῦλον καὶ οὐδενὸς ἄξιον τὸ ὕδωρ τοῦτο, ὅτι οὐδὲν ἄλλο ἢ χόρτον ἐκτρέφει, ὃς καὶ αὐτὸς οὐκ ἔσται. Τουτέστιν αἱ ψυχαὶ, αἱ τὴν πρόσκαιρον ταύτην καὶ ταχὺ μαραινομένην τοῦ κόσμου δόξαν πεπαιδευμέναι, ταχὺ ἀπανθήσουσι, τοῦ οἱονεὶ ἄρδοντος αὐτὰς λόγου ἐρημωθέντος. Μὴ καὶ οὕτω μέλλει σωθῆναι; ∆είκνυσιν ὁ λόγος, ὅτι μέλλουσα σώζεσθαι ἡ Μωαβῖτις, ὁδοῖς τισι καὶ ἀγωγαῖς σωθήσεται, καὶ τοῖς ἐπιπονωτέροις παιδεύμασιν ἐναχθήσεται, καὶ τοῖς ἐπιπονωτέροις παιδεύμασιν ἐναχθήσεται εἰς σωτη ρίαν. Τὸ γὰρ Ἀπολεῖται ἡ Μωαβῖτις, καὶ Νυκτὸς ἀπο λεῖται, καὶ ὅσα ἄλλα εἴρηται, πρὸς τοῦτο ἔχει τὴν ἀναφορὰν, ὅτι ταῦτα γίνεται πρὸς τὸ σωθῆναι αὐτήν. Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας. Οἱ μὲν γὰρ πρότεροι διὰ κλαυθ μοῦ σωθήσονται, οἱ δὲ, τὴν ἀμετανόητον καρδίαν ἔχοντες, διὰ τῆς ἐκ τῶν Ἀράβων ἐπαγομένης πληγῆς. Ἄραβες δὲ, οἱ Ἑσπέριοι. Ἢ τάχα αἱ ἐοικυῖαι τῷ σκότῳ δυνάμεις Ἄραβεςἐνταῦθα προσαγορεύονται, δι' ὧν ἀποστέλλονται αἱ παιδευ τικαὶ πληγαὶ τοῖς τὴν ἀμετανόητον καρδίαν ἔχουσι. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Γαλ λὶμ, καὶ ὀλολυγμὸς αὐτῆς. Τὸ ὅριον τῆς Μωαβίτιδος Γαλλὶμ ὠνόμασται. Ὅμως ἑρμηνεύεται κεκριωμένον, ἐπώνυμον τῷ ἡγεμονικῷ ζώῳ καὶ ἀρχικῷ. Ἐπεὶ οὖν τὸ αὐτὸ δύναται καὶ πέρας εἶναι χώρας καὶ ἀρχὴ, τὸ ὅριον τῆς Μωαβίτιδος νῦν ἀπὸ τῆς ἀρχῆς τὴν προσηγορίαν εἴληφε. Καὶ ὀλολυγμὸς αὐτῆς πάντα πεπλήρωκεν. 15.301 Πάλιν τὸ ὕδωρ διδασκαλίαν λέγει, ὅπερ αἵματος εἶναι πλῆρές φησι, διὰ τὸ ἐνόχους θανάτου γίνεσθαι τοῖς διδασκομένοις, τοὺς κακῶς καθηγουμένους. Ὥστε εὐκαίρως περὶ τῶν ὀλεθρίων λόγων καὶ ἀπολλύντων τὰς ψυχὰς χρήσῃ ποτὲ τῷ προφητικῷ ῥητῷ τῷ λέγοντι· Τὸ δὲ ὕδωρ τὸ ∆εη βὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ ∆εηβὼν Ἄρα βας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, τὸ μὴ μεταβαῖνον ἐπὶ τὰ κρείττονα, ἀλλὰ μεῖναν ἐν τοῖς μὴ εἰσερχομένοις εἰς Ἐκκλη σίαν Κυρίου. Σπέρμα τοῦ Μωάβ. Οὐκ εἰσελεύσονται γὰρ Μωαβῖται εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα. Ἐξαίρειν ὁ λόγος ἀπειλεῖ, ὅπερ σπέρμα τοῦ Ἀριὴλ ὀνομάζει. Ἀριὴλ δὲ ὁ λέων ἑρμηνεύεται παρ' Ἑβραίοις. Τοὺς οὖν φονικοὺς καὶ ὁ Κύριος ἐκ τοῦ διαβόλου γεγε νῆσθαι λέγει, ἐν οἷς πρὸς Ἰουδαίους διαλέγεται, ὁρῶν αὐτῶν τὴν κατ' αὐτοῦ