1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

160

φονῶσαν προαίρεσιν· ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰ ἔργα τοῦ πατρὸς ὑμῶν ποιεῖτε. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Σπέρ μα μὲν οὖν Μωὰβ, οἱ ἀποστάται τῆς Ἐκκλησίας· σπέρμα δὲ Ἀριὴλ, οἱ κατὰ τῶν ἀδελφῶν φόνον πνέοντες καὶ διὰ τῶν ὀλεθρίων λόγων τὸν θάνατον ταῖς ψυχαῖς αὐτῶν ἐμ ποιοῦντες. Μετὰ ταῦτά φησιν, ὅτι Τὸ κατάλοιπον Ἀδαμὰ (ὅπερ σημαίνει γῆν παρθενικὴν, ἀφ' ἧς ἐγένετο τὸ σῶμα τοῦ Ἀδάμ) ἀποστελῶ ὡς ἑρπετὰ τὴν γῆν, τουτέστι τὸ κατά λοιπον τῶν ἀνθρώπων, τῶν τὰ γήϊνα φρονούντων, διὰ τοῦτο γεγεννῆσθαι ἐκ τῆς ἑαυτῶν κακίας ἑρπετὰ καὶ ἰοβόλα. Ἑρ πετὰ μὲν, τῷ ἀποβαλεῖν τὸ ὕψος, ἐφ' οὗ κατὰ τὴν πρώτην κατασκευὴν βεβηκότες ἐτύγχανον· ἰοβόλα δὲ, διὰ τὸ φθαρ τικὸν τῶν συνόντων. Τούτους ἐξαποστέλλειν ὁ λόγος φησί. Μετὰ οὖν τοὺς προτέρους Μωαβίτας, περὶ ὧν τὰ κρείττονα εἴρηται, εἴ τις ἐν τῇ γῇ καταλείπεται καὶ ὁμοιοῦται τῷ ὄφει, περὶ οὗ εἴρηται, ὅτι Γῆν φαγῇ πάσας τὰς ἡμέρας σου, οὗτος ἐξαποστέλλεται ὡς τὰ ἑρπετά. Γῆν δὲ ἐσθίει ὁ σπείρων εἰς τὴν σάρκα, καὶ ἐκ τῆς σαρκὸς θερίζων φθοράν.

16.t ΚΕΦΑΛΑΙΟΝ ιςʹ.

16.302 Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών; Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος· ἔσῃ, θύγατερ Μωάβ. Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου. Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. Ἐν μεσημβρινῇ σκοτίᾳ φεύξονται· ἐξέστησαν. Μὴ ἀχθῇς· παροικήσουσί σοι οἱ φυγάδες Μωάβ. Ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο, ὁ καταπατῶν ἀπὸ τῆς γῆς. Καὶ διορθωθήσεται μετὰ ἐλέους θρόνος, καὶ καθιεῖται μετ' αὐτοῦ μετὰ τῆς ἀληθείας ἐν σκηνῇ ∆αβὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα, καὶ σπεύδων δικαιοσύνην. Ἔτι πρὸς τὴν Μωὰβ ὁ λόγος ἐστί. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών; Ἐλέγχει αὐτῆς τὴν κατα φρόνησιν, ἣν κατεφρόνει τῆς Σιὼν, πέτραν ὑπολαμβάνουσα εἶναι ἔρημον τὸ ὄρος, ὡς οὔτε μέγεθος ἔχον ἀξιόλογον, οὔτε τὰ ἐκ γεωργίας καλὰ δυνάμενον ὑποδέξασθαι, ὡς μήτε τοὺς οἰκοῦντας τρέφειν, μήτε τοὺς νεμομένους αὐτό. Ἡ γὰρ ταῦτα περὶ τοῦ ὄρους ὑπολαβοῦσα καὶ ἐξευτελίσασα αὐτὸ, ὑπερφυσηθεῖσα δὲ τῇ ἀλαζονείᾳ, καὶ ἑαυτὴν μετεω ρίσασα τῷ φρυάγματι καὶ τῷ τύφῳ, ἔσῃ ὁμοία νεοσσῷ ἐγ καταλελειμμένῳ ὑπὸ τοῦ θάλποντος αὐτὸν πετεινοῦ, ἐπει δὰν ἀναπτῇ τῆς καλιᾶς πτοηθὲν, καὶ ἔρημον καταλεῖπον τὸ ἐκτρεφόμενον. Τὸ μὲν γὰρ οἴχεται φεῦγον, τὸ δὲ εὐάλωτόν ἐστι τῷ βουλομένῳ. Ἀετὸς μὲν γὰρ, ἢ εἴ τι ἄλλο τῶν με γάλων πτηνῶν, τῶν ἐπὶ πολὺ ὑψοῦσθαι ἀπὸ γῆς πεφυκότων, ἔξω ἐστὶ τῆς παρὰ τῶν ἐπιχειρούντων βλάβης· σὺ δὲ ἔσῃ ὡς νεοσσὸς, ἀλλοτρίας βοηθείας εἰς τροφὴν ἐπιδεόμενος, ἄρτι μὲν τοῦ ὠοῦ προκύψας, οὐδὲ βαθεῖ τῷ πτερῷ κατημ φιεσμένος τὸ σῶμα, ἀλλ' ἔτι τῆς ἑτέρωθεν δεόμενος σκέπης πρὸς τὸ ἐν νυκτὶ συνθάλπεσθαι καὶ μεθ' ἡμέραν μὴ κατα φρύγεσθαι. Τῆς οὖν μητρὸς φυγαδευθείσης, ἀναιρεθήσῃ ἀπὸ τῆς καλιᾶς, ἀδρανὴς μὲν ὢν πρὸς ἄμυναν, ἀδύνατος δὲ πρὸς φυγήν. Ὁ αὐτὸς δὲ ἔσται ὁ καὶ σὲ τῆς καλιᾶς κα θαιρῶν, καὶ τὴν σκεπάζουσαν μητέρα ἀποδιώξας. ∆ῆλον οὖν, ὅτι αἱ ὑπὸ τοῦ πονηροῦ καὶ ἀστάτου πνεύματος ἐκτρεφόμεναι ψυχαὶ (ἐπειδὰν ἐπιτύχωσί τινος γενναίως δι' ἔρ γων ἀγαθῶν καὶ διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποδιώκοντος αὐτὰς) ἐρημωθεῖσαι τὴν καλὴν ἐρή μωσιν, εὐληπτότεραί εἰσι πρὸς τὴν ἐν Χριστῷ ἀνατροφὴν, τὴν ἄγουσαν εἰς τελείωσιν. Ἔσῃ, θύγατερ Μωὰβ, ἐλεγχθείσης τῆς περὶ σὲ ἀσθενείας, τὸ καταλειπόμενον. Τί ἔσῃ, θύγατερ Μωάβ; Ὅπερ ἦς, τοῦτο φανερωθήσεται. Ἐπελάθου γὰρτῆς δυσγενείας ἑαυτῆς, ὅτι πατρὸς ἐγένου ἀπὸ γάμων κλο πιμαίων